ΓΑΛΗΝΟΥ. ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ[90]

ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

1. ᾿Επειδὴ τὸ µὲν αἰσθάνεσθαί τε καὶ κινεῖσθαι κατὰ προαίρεσιν ἴδια τῶν ζῴων ἐστί, τὸ δ’ αὐξάνεσθαί τε καὶ τρέφεσθαι κοινὰ καὶ τοῖς φυτοῖς, εἴη ἂν τὰ µὲν πρότερα τῆς ψυχῆς, τὰ δὲ δεύτερα τῆς φύσεως ἔργα. εἰ δέ τις καὶ τοῖς φυτοῖς ψυχῆς µεταδίδωσι καὶ διαιρούµενος αὐτὰς ὀνοµάζει φυτικὴν µὲν ταύτην, αἰσθητικὴν δὲ τὴν ἑτέραν, λέγει µὲν οὐδ’ οὗτος ἄλλα, τῇ λέξει δ’ οὐ πάνυ τῇ συνήθει κέχρηται. ἀλλ’ ἡµεῖς γε µεγίστην λέξεως ἀρετὴν σαφήνειαν εἶναι πεπεισµένοι καὶ ταύτην εἰδότες ὑπ’ οὐδενὸς οὕτως ὡς ὑπὸ τῶν ἀσυνήθων ὀνοµάτων διαφθειροµένην, ὡς τοῖς πολλοῖς ἔθος, οὕτως ὀνοµάζοντες ὑπὸ µὲν ψυχῆς θ’ ἅµα καὶ φύσεως τὰ ζῷα διοικεῖσθαί φαµεν, ὑπὸ δὲ φύσεως µόνης τὰ φυτὰ καὶ τό γ’ αὐξάνεσθαί τε καὶ τρέφεσθαι φύσεως ἔργα φαµέν, οὐ ψυχῆς.

2. Καὶ ζητήσοµεν κατὰ τόνδε τὸν λόγον, ὑπὸ τίνων γίγνεται δυνάµεων αὐτὰ δὴ ταῦτα καὶ εἰ δή τι ἄλλο φύσεως ἔργον ἐστίν. ἀλλὰ πρότερόν γε διελέσθαι τε χρὴ καὶ µηνῦσαι σαφῶς ἕκαστον τῶν ὀνοµάτων, οἷς χρησόµεθα κατὰ τόνδε τὸν λόγον, καὶ ἐφ’ ὅ τι φέροµεν πρᾶγµα. γενήσεται δὲ τοῦτ’ εὐθὺς ἔργων φυσικῶν διδασκαλία σὺν ταῖς τῶν ὀνοµάτων ἐξηγήσεσιν. ὅταν οὖν τι σῶµα κατὰ µηδὲν ἐξαλλάττηται τῶν προϋπαρχόντων, ἡσυχάζειν αὐτό φαµεν· εἰ δ’ ἐξίσταιτό πῃ, κατ’ ἐκεῖνο κινεῖσθαι. καὶ τοίνυν ἐπεὶ πολυειδῶς ἐξίσταται, πολυειδῶς καὶ κινηθήσεται. καὶ γὰρ εἰ λευκὸν ὑπάρχον µελαίνοιτο καὶ εἰ µέλαν λευκαίνοιτο, κινεῖται κατὰ χρόαν, καὶ εἰ γλυκὺ τέως ὑπάρχον αὖθις αὐστηρὸν ἢ ἔµπαλιν ἐξ αὐστηροῦ γλυκὺ γένοιτο, καὶ τοῦτ’ ἂν κινεῖσθαι λέγοιτο κατὰ τὸν χυµόν. ἄµφω δὲ ταῦτά τε καὶ τὰ προειρηµένα κατὰ τὴν ποιότητα κινεῖσθαι λεχθήσεται καὶ οὐ µόνον γε τὰ κατὰ τὴν χρόαν ἢ τὸν χυµὸν ἐξαλλαττόµενα κινεῖσθαί φαµεν, ἀλλὰ καὶ τὸ θερµότερον ἐκ ψυχροτέρου γενόµενον ἢ ψυχρότερον ἐκ θερµοτέρου κινεῖσθαι καὶ τοῦτο λέγοµεν, ὥσπερ γε καὶ εἴ τι ξηρὸν ἐξ ὑγροῦ ἢ ὑγρὸν ἐκ ξηροῦ γίγνοιτο. κοινὸν δὲ κατὰ τούτων ἁπάντων ὄνοµα φέροµεν τὴν ἀλλοίωσιν. ἕν τι τοῦτο γένος κινήσεως. ἕτερον δὲ γένος ἐπὶ τοῖς τὰς χώρας ἀµείβουσι σώµασι καὶ τόπον ἐκ τόπου µεταλλάττειν λεγοµένοις, ὄνοµα δὲ καὶ τούτῳ φορά. αὗται µὲν οὖν αἱ δύο κινήσεις ἁπλαῖ καὶ πρῶται, σύνθετοι δ’ ἐξ αὐτῶν αὔξησίς τε καὶ φθίσις, ὅταν ἐξ ἐλάττονός τι µεῖζον ἢ ἐκ µείζονος ἔλαττον γένηται φυλάττον τὸ οἰκεῖον εἶδος. ἕτεραι δὲ δύο κινήσεις γένεσις καὶ φθορά, γένεσις µὲν ἡ εἰς οὐσίαν ἀγωγή, φθορὰ δ’ ἡ ἐναντία. πάσαις δὲ ταῖς κινήσεσι κοινὸν ἐξάλλαξις τοῦ προϋπάρχοντος, ὥσπερ οὖν καὶ ταῖς ἡσυχίαις ἡ φυλακὴ τῶν προϋπαρχόντων. ἀλλ’ ὅτι µὲν ἐξαλλάττεται καὶ πρὸς τὴν ὄψιν καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν ἁφὴν αἷµα γιγνόµενα τὰ σιτία, συγχωροῦσιν· ὅτι δὲ καὶ κατ’ ἀλήθειαν, οὐκέτι τοῦθ’ ὁµολογοῦσιν οἱ σοφισταί. οἱ µὲν γάρ τινες αὐτῶν ἅπαντα τὰ τοιαῦτα τῶν ἡµετέρων αἰσθήσεων ἀπάτας τινὰς καὶ παραγωγὰς νοµίζουσιν ἄλλοτ’ ἄλλως πασχουσῶν, τῆς ὑποκειµένης οὐσίας µηδὲν τούτων, οἷς ἐπονοµάζεται, δεχοµένης· οἱ δέ τινες εἶναι µὲν ἐν αὐτῇ βούλονται τὰς ποιότητας, ἀµεταβλήτους δὲ καὶ ἀτρέπτους ἐξ αἰῶνος εἰς αἰῶνα καὶ τὰς φαινοµένας ταύτας [ἐν αὐτῇ] ἀλλοιώσεις τῇ διακρίσει τε καὶ συγκρίσει γίγνεσθαί φασιν [ὡς᾿Αναξαγόρας]. εἰ δὴ τούτους ἐκτραπόµενος ἐξελέγχοιµι, µεῖζον ἄν µοι τὸ πάρεργον τοῦ ἔργου γένοιτο. εἰ µὲν γὰρ οὐκ ἴσασιν, ὅσα περὶ τῆς καθ’ ὅλην τὴν οὐσίαν ἀλλοιώσεως ᾿Αριστοτέλει τε καὶ µετ’ αὐτὸν Χρυσίππῳ γέγραπται, παρακαλέσαι χρὴ τοῖς ἐκείνων αὐτοὺς ὁµιλῆσαι γράµµασιν· εἰ δὲ γιγνώσκοντες ἔπειθ’ ἑκόντες τὰ χείρω πρὸ τῶν βελτιόνων αἱροῦνται, µάταια δήπου καὶ τὰ ἡµέτερα νοµιοῦσιν. ὅτι δὲ καὶ ῾Ιπποκράτης οὕτως ἐγίγνωσκεν ᾿Αριστοτέλους ἔτι πρότερος ὤν, ἐν ἑτέροις ἡµῖν ἀποδέδεικται. πρῶτος γὰρ οὗτος ἁπάντων ὧν ἴσµεν ἰατρῶν τε καὶ φιλοσόφων ἀποδεικνύειν ἐπεχείρησε τέτταρας εἶναι τὰς πάσας δραστικὰς εἰς ἀλλήλας ποιότητας, ὑφ’ ὧν γίγνεταί τε καὶ φθείρεται πάνθ’, ὅσα γένεσίν τε καὶ φθορὰν ἐπιδέχεται. καὶ µέντοι καὶ τὸ κεράννυσθαι δι’ ἀλλήλων αὐτὰς ὅλας δι’ ὅλων ῾Ιπποκράτης ἁπάντων [ὧν ἴσµεν] πρῶτος ἔγνω· καὶ τὰς ἀρχάς γε τῶν ἀποδείξεων, ὧν ὕστερον ᾿Αριστοτέλης µετεχειρίσατο, παρ’ ἐκείνῳ πρώτῳ γεγραµµένας ἔστιν εὑρεῖν. εἰ δ’ ὥσπερ τὰς ποιότητας οὕτω καὶ τὰς οὐσίας δι’ ὅλων κεράννυσθαι χρὴ νοµίζειν, ὡς ὕστερον ἀπεφήνατο Ζήνων ὁ Κιττιεύς, οὐχ ἡγοῦµαι δεῖν ἔτι περὶ τούτου κατὰ τόνδε τὸν λόγον ἐπεξιέναι. µόνην γὰρ εἰς τὰ παρόντα δέοµαι γιγνώσκεσθαι τὴν δι’ ὅλης τῆς οὐσίας ἀλλοίωσιν, ἵνα µή τις ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου µορίων οἱονεὶ µισγάγκειάν τινα τῷ ἄρτῳ νοµίσῃ περιέχεσθαι κἄπειτ’ ἐν τῷ σώµατι διακρινόµενον ὡς τὸ ὁµόφυλον ἕκαστον ἰέναι. καίτοι πρό γε τῆς διακρίσεως αἷµα φαίνεται γιγνόµενος ὁ πᾶς ἄρτος. εἰ γοῦν παµπόλλῳ τις χρόνῳ µηδὲν ἄλλ’ εἴη σιτίον προσφερόµενος, οὐδὲν ἧττον ἐν ταῖς φλεψὶν αἷµα περιεχόµενον ἕξει. καὶ φανερῶς τοῦτο τὴν τῶν ἀµετάβλητα τὰ στοιχεῖα τιθεµένων ἐξελέγχει δόξαν, ὥσπερ οἶµαι καὶ τοὔλαιον εἰς τὴν τοῦ λύχνου φλόγα καταναλισκόµενον ἅπαν καὶ τὰ ξύλα πῦρ µικρὸν ὕστερον γιγνόµενα. καίτοι τό γ’ ἀντιλέγειν αὐτοῖς ἠρνησάµην, ἀλλ’ ἐπεὶ τῆς ἰατρικῆς ὕλης ἦν τὸ παράδειγµα καὶ χρῄζω πρὸς τὸν παρόντα λόγον αὐτοῦ, διὰ τοῦτ’ ἐµνηµόνευσα. καταλιπόντες οὖν, ὡς ἔφην, τὴν πρὸς τούτους ἀντιλογίαν, <ἐνὸν> τοῖς βουλοµένοις τὰ τῶν παλαιῶν ἐκµανθάνειν κἀξ ὧν ἡµεῖς ἰδίᾳ περὶ αὐτῶν ἐπεσκέµµεθα, τὸν ἐφεξῆς λόγον ἅπαντα ποιησόµεθα ζητοῦντες ὑπὲρ ὧν ἐξ ἀρχῆς προὐθέµεθα, πόσαι τε καὶ τίνες εἰσὶν αἱ τῆς φύσεως δυνάµεις καὶ τί ποιεῖν ἔργον ἑκάστη πέφυκεν. ἔργον δὲ δηλονότι καλῶ τὸ γεγονὸς ἤδη καὶ συµπεπληρωµένον ὑπὸ τῆς ἐνεργείας αὐτῶν, οἷον τὸ αἷµα, τὴν σάρκα, τὸ νεῦρον· ἐνέργειαν δὲ τὴν δραστικὴν ὀνοµάζω κίνησιν καὶ τὴν ταύτης αἰτίαν δύναµιν. ἐπεὶ γὰρ ἐν τῷ τὸ σιτίον αἷµα γίγνεσθαι παθητικὴ µὲν ἡ τοῦ σιτίου, δραστικὴ δ’ ἡ τῆς φλεβὸς γίγνεται κίνησις, ὡσαύτως δὲ κἀν τῷ µεταφέρειν τὰ κῶλα κινεῖ µὲν ὁ µῦς, κινεῖται δὲ τὰ ὀστᾶ, τὴν µὲν τῆς φλεβὸς καὶ τῶν µυῶν κίνησιν ἐνέργειαν εἶναί φηµι, τὴν δὲ τῶν σιτίων τε καὶ τῶν ὀστῶν σύµπτωµά τε καὶ πάθηµα· τὰ µὲν γὰρ ἀλλοιοῦται, τὰ δὲ φέρεται. τὴν µὲν οὖν ἐνέργειαν ἐγχωρεῖ καλεῖν καὶ ἔργον τῆς φύσεως, οἷον τὴν πέψιν, τὴν ἀνάδοσιν, τὴν αἱµάτωσιν, οὐ µὴν τό γ’ ἔργον ἐξ ἅπαντος ἐνέργειαν· ἡ γάρ τοι σὰρξ ἔργον µέν ἐστι τῆς φύσεως, οὐ µὴν ἐνέργειά γε. δῆλον οὖν, ὡς θάτερον µὲν τῶν ὀνοµάτων διχῶς λέγεται, θάτερον δ’ οὔ.

3. ᾿Εµοὶ µὲν οὖν καὶ ἡ φλὲψ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστον διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὡδί πως ἐνεργεῖν δοκεῖ. εἰσὶ δέ γε µὴν οὐκ ὀλίγοι τινὲς ἄνδρες οὐδ’ ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροί, τῷ µὲν θερµῷ καὶ τῷ ψυχρῷ τὸ δρᾶν ἀναφέροντες, ὑποβάλλοντες δ’ αὐτοῖς παθητικὰ τὸ ξηρόν τε καὶ τὸ ὑγρόν. καὶ πρῶτός γ’ ᾿Αριστοτέλης τὰς τῶν κατὰ µέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς, ἠκολούθησε δ’ ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς στοᾶς χορός. καίτοι τούτοις µέν, ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα µεταβολὴν χύσεσί τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν, εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερµὸν καὶ τὸ ψυχρόν,᾿Α-ριστοτέλει δ’ οὐχ οὕτως, ἀλλὰ ταῖς τέτταρσι ποιότησιν εἰς τὴν τῶν στοιχείων γένεσιν χρωµένῳ βέλτιον ἦν καὶ τὰς τῶν κατὰ µέρος αἰτίας ἁπάσας εἰς ταύτας ἀνάγειν. τί δήποτ’ οὖν ἐν µὲν τοῖς περὶ γενέσεως καὶ φθορᾶς ταῖς τέτταρσι χρῆται, ἐν δὲ τοῖς µετεωρολογικοῖς καὶ τοῖς προβλήµασι καὶ ἄλλοθι πολλαχόθι ταῖς δύο µόναις; εἰ µὲν γὰρ ὡς ἐν τοῖς ζῴοις τε καὶ τοῖς φυτοῖς µᾶλλον µὲν δρᾷ τὸ θερµὸν καὶ τὸ ψυχρόν, ἧττον δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀποφαίνοιτό τις, ἴσως ἂν ἔχοι καὶ τὸν ῾Ιπποκράτην σύµψηφον· εἰ δ’ ὡσαύτως ἐν ἅπασιν, οὐκέτ’ οἶµαι συγχωρήσειν τοῦτο µὴ ὅτι τὸν ῾Ιπποκράτην ἀλλὰ µηδ’ αὐτὸν τὸν ᾿Αριστοτέλην µεµνῆσθαί γε βουλόµενον ὧν ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς οὐχ ἁπλῶς ἀλλὰ µετ’ ἀποδείξεως αὐτὸς ἡµᾶς ἐδίδαξεν. ἀλλὰ περὶ µὲν τούτων κἀν τοῖς περὶ κράσεων, εἰς ὅσον ἰατρῷ χρήσιµον, ἐπεσκεψάµεθα.

4. ῾Η δ’ οὖν δύναµις ἡ ἐν ταῖς φλεψὶν ἡ αἱµατοποιητικὴ προσαγορευοµένη καὶ πᾶσα δ’ ἄλλη δύναµις ἐν τῷ πρός τι νενόηται· πρώτως µὲν γὰρ τῆς ἐνεργείας [ἡ δύναµις] αἰτία, ἤδη δὲ καὶ τοῦ ἔργου κατὰ συµβεβηκός. ἀλλ’ εἴπερ ἡ αἰτία πρός τι, τοῦ γὰρ ὑπ’ αὐτῆς γενοµένου µόνου, τῶν δ’ ἄλλων οὐδενός, εὔδηλον, ὅτι καὶ ἡ δύναµις ἐν τῷ πρός τι. καὶ µέχρι γ’ ἂν ἀγνοῶµεν τὴν οὐσίαν τῆς ἐνεργούσης αἰτίας, δύναµιν αὐτὴν ὀνοµάζοµεν, εἶναί τινα λέγοντες ἐν ταῖς φλεψὶν αἱµατοποιητικήν, ὡσαύτως δὲ κἀν τῇ κοιλίᾳ πεπτικὴν κἀν τῇ καρδίᾳ σφυγµικὴν καὶ καθ’ ἕκαστον τῶν ἄλλων ἰδίαν τινὰ τῆς κατὰ τὸ µόριον ἐνεργείας. εἴπερ οὖν µεθόδῳ µέλλοιµεν ἐξευρήσειν, ὁπόσαι τε καὶ ὁποῖαί τινες αἱ δυνάµεις εἰσίν, ἀπὸ τῶν ἔργων αὐτῶν ἀρκτέον· ἕκαστον γὰρ αὐτῶν ὑπό τινος ἐνεργείας γίγνεται καὶ τούτων ἑκάστης προηγεῖταί τις αἰτία.

5. ῎Εργα τοίνυν τῆς φύσεως ἔτι µὲν κυουµένου τε καὶ διαπλαττοµένου τοῦ ζῴου τὰ σύµπαντ’ ἐστὶ τοῦ σώµατος µόρια, γεννηθέντος δὲ κοινὸν ἐφ’ ἅπασιν ἔργον ἡ εἰς τὸ τέλειον ἑκάστῳ µέγεθος ἀγωγὴ καὶ µετὰ ταῦθ’ ἡ µέχρι τοῦ δυνατοῦ διαµονή· ἐνέργειαι δ’ ἐπὶ τρισὶ τοῖς εἰρηµένοις ἔργοις τρεῖς ἐξ ἀνάγκης, ἐφ’ ἑκάστῳ µία, γένεσίς τε καὶ αὔξησις καὶ θρέψις. ἀλλ’ ἡ µὲν γένεσις οὐχ ἁπλῆ τις ἐνέργεια τῆς φύσεως, ἀλλ’ ἐξ ἀλλοιώσεώς τε καὶ διαπλάσεώς ἐστι σύνθετος. ἵνα µὲν γὰρ ὀστοῦν γένηται καὶ νεῦρον καὶ φλὲψ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλοιοῦσθαι χρὴ τὴν ὑποβεβληµένην οὐσίαν, ἐξ ἧς γίγνεται τὸ ζῷον· ἵνα δὲ καὶ σχῆµα τὸ δέον καὶ θέσιν καὶ κοιλότητάς τινας καὶ ἀποφύσεις καὶ συµφύσεις καὶ τἆλλα τὰ τοιαῦτα κτήσηται, διαπλάττεσθαι χρὴ τὴν ἀλλοιουµένην οὐσίαν, ἣν δὴ καὶ ὕλην τοῦ ζῴου καλῶν, ὡς τῆς νεὼς τὰ ξύλα καὶ τῆς εἰκόνος τὸν κηρόν, οὐκ ἂν ἁµάρτοις. ἡ δ’ αὔξησις ἐπίδοσίς ἐστι καὶ διάστασις κατὰ µῆκος καὶ πλάτος καὶ βάθος τῶν στερεῶν τοῦ ζῴου µορίων, ὧνπερ καὶ ἡ διάπλασις ἦν, ἡ δὲ θρέψις πρόσθεσις [ἐστὶ] τοῖς αὐτοῖς ἄνευ διαστάσεως.

6. Περὶ πρώτης οὖν τῆς γενέσεως εἴπωµεν, ἣν ἐξ ἀλλοιώσεώς θ’ ἅµα καὶ διαπλάσεως ἐλέγοµεν γίγνεσθαι. καταβληθέντος δὴ τοῦ σπέρµατος εἰς τὴν µήτραν ἢ εἰς τὴν γῆν, οὐδὲν γὰρ διαφέρει, χρόνοις τισὶν ὡρισµένοις πάµπολλα συνίσταται µόρια τῆς γεννωµένης οὐσίας ὑγρότητι καὶ ξηρότητι καὶ ψυχρότητι καὶ θερµότητι καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τούτοις ἕπεται, διαφέροντα. τὰ δ’ ἑπόµενα γιγνώσκεις, εἴπερ ὅλως ἐφιλοσόφησάς τι περὶ γενέσεως καὶ φθορᾶς· αἱ λοιπαὶ γὰρ τῶν ἁπτῶν ὀνοµαζοµένων διαφορῶν ταῖς εἰρηµέναις ἕπονται πρῶται καὶ µάλιστα, µετὰ δὲ ταύτας αἱ γευσταί τε καὶ ὀσφρηταὶ καὶ ὁραταί. σκληρότης µὲν οὖν καὶ µαλακότης καὶ γλισχρότης καὶ κραυρότης καὶ κουφότης καὶ βαρύτης καὶ πυκνότης καὶ ἀραιότης καὶ λειότης καὶ τραχύτης καὶ παχύτης καὶ λεπτότης ἁπταὶ διαφοραὶ καὶ εἴρηται περὶ πασῶν ᾿Αριστοτέλει καλῶς. οἶσθα δὲ δήπου καὶ τὰς γευστάς τε καὶ ὀσφρητὰς καὶ ὁρατὰς διαφοράς. ὥστ’, εἰ µὲν τὰς πρώτας τε καὶ στοιχειώδεις ἀλλοιωτικὰς δυνάµεις ζητοίης, ὑγρότης ἐστὶ καὶ ξηρότης καὶ ψυχρότης καὶ θερµότης· εἰ δὲ τὰς ἐκ τῆς τούτων κράσεως γενοµένας, τοσαῦται καθ’ ἕκαστον ἔσονται ζῷον, ὅσαπερ ἂν αὐτοῦ τὰ αἰσθητὰ στοιχεῖα ὑπάρχῃ· καλεῖται δ’ αἰσθητὰ στοιχεῖα τὰ ὁµοιοµερῆ πάντα τοῦ σώµατος µόρια· καὶ ταῦτ’ οὐκ ἐκ µεθόδου τινὸς ἀλλ’ αὐτόπτην γενόµενον ἐκµαθεῖν χρὴ διὰ τῶν ἀνατοµῶν. ὀστοῦν δὴ καὶ χόνδρον καὶ νεῦρον καὶ ὑµένα καὶ σύνδεσµον καὶ φλέβα καὶ πάνθ’ ὅσα τοιαῦτα κατὰ τὴν πρώτην τοῦ ζῴου γένεσιν ἡ φύσις ἀπεργάζεται δυνάµει χρωµένη καθόλου µὲν εἰπεῖν τῇ γεννητικῇ τε καὶ ἀλλοιω τικῇ, κατὰ µέρος δὲ θερµαντικῇ τε καὶ ψυκτικῇ καὶ ξηραντικῇ καὶ ὑγραντικῇ καὶ ταῖς ἐκ τῆς τούτων κράσεως γενοµέναις, οἷον ὀστοποιητικῇ τε καὶ νευροποιητικῇ καὶ χονδροποιητικῇ· σαφηνείας γὰρ ἕνεκα καὶ τούτοις τοῖς ὀνόµασι χρηστέον. ἔστι γοῦν καὶ ἡ ἰδία σὰρξ τοῦ ἥπατος ἐκ τούτου τοῦ γένους καὶ ἡ τοῦ σπληνὸς καὶ ἡ τῶν νεφρῶν καὶ ἡ τοῦ πνεύµονος καὶ ἡ τῆς καρδίας. οὕτω δὲ καὶ τοῦ ἐγκεφάλου τὸ ἴδιον σῶµα καὶ τῆς γαστρὸς καὶ τοῦ στοµάχου καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν αἰσθητὸν στοιχεῖόν ἐστιν ὁµοιοµερές τε καὶ ἁπλοῦν καὶ ἀσύνθετον· ἐὰν γὰρ ἐξέλῃς ἑκάστου τῶν εἰρηµένων τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας καὶ τὰ νεῦρα, τὸ ὑπόλοιπον σῶµα τὸ καθ’ ἕκαστον ὄργανον ἁπλοῦν ἐστι καὶ στοιχειῶδες ὡς πρὸς αἴσθησιν. ὅσα δὲ τῶν τοιούτων ὀργάνων ἐκ δυοῖν σύγκειται χιτώνων οὐχ ὁµοίων µὲν ἀλλήλοις, ἁπλοῦ δ’ ἑκατέρου, τούτων οἱ χιτῶνές εἰσι τὰ στοιχεῖα καθάπερ τῆς τε γαστρὸς καὶ τοῦ στοµάχου καὶ τῶν ἐντέρων καὶ τῶν ἀρτηριῶν, καὶ καθ’ ἑκάτερόν γε τῶν χιτώνων ἴδιος ἡ ἀλλοιωτικὴ δύναµις ἡ ἐκ τοῦ παρὰ τῆς µητρὸς ἐπιµηνίου γεννήσασα τὸ µόριον, ὥστε τὰς κατὰ µέρος ἀλλοιωτικὰς δυνάµεις τοσαύτας εἶναι καθ’ ἕκαστον ζῷον, ὅσαπερ ἂν ἔχῃ τὰ στοιχειώδη µόρια. καὶ µέν γε καὶ τὰς ἐνεργείας ἰδίας ἑκάστῳ τῶν κατὰ µέρος ἀναγκαῖον ὑπάρχειν ὥσπερ καὶ τὰς χρείας, οἷον καὶ τῶν ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν διηκόντων πόρων, οἳ δὴ καὶ οὐρητῆρες καλοῦνται. οὗτοι γὰρ οὔτ’ ἀρτηρίαι εἰσίν, ὅτι µήτε σφύζουσι µήτ’ ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι µήθ’ αἷµα περιέχουσι µήτ’ ἔοικεν αὐτῶν ὁ χιτὼν κατά τι τῷ τῆς φλεβός· ἀλλὰ καὶ νεύρων ἐπὶ πλέον ἀφεστήκασιν ἢ τῶν εἰρηµένων. τί ποτ’ οὖν εἰσιν; ἐρωτᾷ τις, ὥσπερ ἀναγκαῖον ὂν ἅπαν µόριον ἢ ἀρτηρίαν ἢ φλέβα ἢ νεῦρον ὑπάρχειν ἢ ἐκ τούτων πεπλέχθαι καὶ µὴ τοῦτ’ αὐτὸ τὸ νῦν λεγόµενον, ὡς ἴδιος ἑκάστῳ τῶν κατὰ µέρος ὀργάνων ἐστὶν ἡ οὐσία. καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι ἥ τε τὸ οὖρον ὑποδεχοµένη καὶ ἡ τὴν ξανθὴν χολὴν οὐ µόνον τῶν ἄλλων ἁπάντων ἀλλὰ καὶ ἀλλήλων διαφέρουσι καὶ οἱ εἰς τὸ ἧπαρ ἀποφυόµενοι πόροι, καθάπερ στόµαχοί τινες ἀπὸ τῆς χοληδόχου κύστεως, οὐδὲν οὔτ’ ἀρτηρίαις οὔτε φλεψὶν οὔτε νεύροις ἐοίκασιν. ἀλλὰ περὶ µὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ τῆς ῾Ιπποκράτους ἀνατοµῆς εἴρηται. αἱ δὲ κατὰ µέρος ἅπασαι δυνάµεις τῆς φύσεως αἱ ἀλλοιωτικαὶ αὐτὴν µὲν τὴν οὐσίαν τῶν χιτώνων τῆς κοιλίας καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν ἀπετέλεσαν, οἵαπέρ ἐστι· τὴν δὲ σύνθεσιν αὐτῶν καὶ τὴν τῶν ἐµφυοµένων πλοκὴν καὶ τὴν εἰς τὸ ἔντερον ἔκφυσιν καὶ τὴν τῆς ἔνδον κοιλότητος ἰδέαν καὶ τἆλλ’ ὅσα τοιαῦτα δύναµίς τις ἑτέρα διέπλασεν, ἣν διαπλαστικὴν ὀνοµάζοµεν, ἣν δὴ καὶ τεχνικὴν εἶναι λέγοµεν, µᾶλλον δ’ ἀρίστην καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν, ὡς µηδὲν ἀργὸν εἶναι µηδὲ περιττὸν µηδ’ ὅλως οὕτως ἔχον, ὡς δύνασθαι βέλτιον ἑτέρως ἔχειν. ἀλλὰ τοῦτο µὲν ἐν τοῖς περὶ χρείας µορίων ἀποδείξοµεν.

7. ᾿Επὶ δὲ τὴν αὐξητικὴν ἤδη µεταβάντες δύναµιν αὐτὸ τοῦθ’ ὑποµνήσωµεν πρῶτον, ὡς ὑπάρχει µὲν καὶ αὐτὴ τοῖς κυουµένοις ὥσπερ καὶ ἡ θρεπτική· ἀλλ’ οἷον ὑπηρέτιδές τινές εἰσι τηνικαῦτα τῶν προειρηµένων δυνάµεων, οὐκ ἐν αὑταῖς ἔχουσαι τὸ πᾶν κῦρος. ἐπειδὰν δὲ τὸ τέλειον ἀπολάβῃ µέγεθος τὸ ζῷον, ἐν τῷ µετὰ τὴν ἀποκύησιν χρόνῳ παντὶ µέχρι τῆς ἀκµῆς ἡ µὲν αὐξητικὴ τηνικαῦτα κρατεῖ· βοηθοὶ δ’ αὐτῆς καὶ οἷον ὑπηρέτιδες ἥ τ’ ἀλλοιωτικὴ δύναµίς ἐστι καὶ ἡ θρεπτική. τί οὖν τὸ ἴδιόν ἐστι τῆς αὐξητικῆς δυνάµεως; εἰς πᾶν µέρος ἐκτεῖναι τὰ πεφυκότα. καλεῖται δ’ οὕτω τὰ στερεὰ µόρια τοῦ σώµατος, ἀρτηρίαι καὶ φλέβες καὶ νεῦρα καὶ ὀστᾶ καὶ χόνδροι καὶ ὑµένες καὶ σύνδεσµοι καὶ οἱ χιτῶνες ἅπα-ντες, οὓς στοιχειώδεις τε καὶ ὁµοιοµερεῖς καὶ ἁπλοῦς ὀλίγον ἔµπροσθεν ἐκαλοῦµεν. ὅτῳ δὲ τρόπῳ τὴν εἰς πᾶν µέρος ἔκτασιν ἴσχουσιν, ἐγὼ φράσω παράδειγµά τι πρότερον εἰπὼν ἕνεκα τοῦ σαφοῦς. τὰς κύστεις τῶν ὑῶν λαβόντες οἱ παῖδες πληροῦσί τε πνεύµατος καὶ τρίβουσιν ἐπὶ τῆς τέφρας πλησίον τοῦ πυρός, ὡς ἀλεαίνεσθαι µέν, βλάπτεσθαι δὲ µηδέν· καὶ πολλή γ’ αὕτη ἡ παιδιὰ περί τε τὴν ᾿Ιωνίαν καὶ ἐν ἄλλοις ἔθνεσιν οὐκ ὀλίγοις ἐστίν. ἐπιλέγουσι δὲ δὴ καί τιν’ ἔπη τρίβοντες ἐν µέτρῳ τέ τινι καὶ µέλει καὶ ῥυθµῷ καὶ ἔστι πάντα τὰ ῥήµατα ταῦτα παρακέλευσις τῇ κύστει πρὸς τὴν αὔξησιν. ἐπειδὰν δ’ ἱκανῶς αὐτοῖς διατετάσθαι δοκῇ, πάλιν ἐµφυσῶσί τε καὶ ἐπιδιατείνουσι καὶ αὖθις τρίβουσι καὶ τοῦτο πλεονάκις ποιοῦσιν, ἄχρις ἂν αὐτοῖς ἡ κύστις ἱκανῶς ἔχειν δοκῇ τῆς αὐξήσεως. ἀλλ’ ἐν τούτοις γε τοῖς ἔργοις τῶν παίδων ἐναργῶς, ὅσον εἰς µέγεθος ἐπιδίδωσιν ἡ ἐντὸς εὐρυχωρία τῆς κύστεως, τοσοῦτον ἀναγκαῖον εἰς λεπτότητα καθαιρεῖσθαι τὸ σῶµα καὶ εἴ γε τὴν λεπτότητα ταύτην ἀνατρέφειν οἷοί τ’ ἦσαν οἱ παῖδες, ὁµοίως ἂν τῇ φύσει τὴν κύστιν ἐκ µικρᾶς µεγάλην ἀπειργάζοντο. νυνὶ δὲ τοῦτ’ αὐτοῖς ἐνδεῖ τὸ ἔργον οὐδὲ καθ’ ἕνα τρόπον εἰς µίµησιν ἐνδεχόµενον ἀχθῆναι µὴ ὅτι τοῖς παισὶν ἀλλ’ οὐδ’ ἄλλῳ τινί [τῶν τελείων]· µόνης γὰρ τῆς φύσεως ἴδιόν ἐστιν. ὥστ’ ἤδη σοι δῆλον, ὡς ἀναγκαία τοῖς αὐξανοµένοις ἡ θρέψις. εἰ γὰρ διατείνοιτο µέν, ἀνατρέφοιτο δὲ µή, φαντασίαν ψευδῆ µᾶλλον, οὐκ αὔξησιν ἀληθῆ τὰ τοιαῦτα σώµατα κτήσεται. καίτοι καὶ τὸ διατείνεσθαι πάντη µόνοις τοῖς ὑπὸ φύσεως αὐξανοµένοις ὑπάρχει. τὰ γὰρ ὑφ’ ἡµῶν διατεινόµενα σώµατα κατὰ µίαν τινὰ διάστασιν τοῦτο πάσχοντα µειοῦται ταῖς λοιπαῖς οὐδ’ ἔστιν εὑρεῖν οὐδέν, ὃ συνεχὲς ἔτι µένον καὶ ἀδιάσπαστον εἰς τὰς τρεῖς διαστάσεις ἐπεκτεῖναι δυνάµεθα. µόνης οὖν τῆς φύσεως τὸ πάντη διιστάναι συνεχὲς ἑαυτῷ µένον ἔτι καὶ τὴν ἀρχαίαν ἅπασαν ἰδέαν φυλάττον τὸ σῶµα. καὶ τοῦτ’ ἔστιν ἡ αὔξησις ἄνευ τῆς ἐπιρρεούσης τε καὶ προσπλαττοµένης τροφῆς µὴ δυναµένη γενέσθαι.

8. Καὶ τοίνυν ὁ λόγος ἥκειν ἔοικεν ὁ περὶ τῆς θρέψεως, ὃς δὴ λοιπός ἐστι καὶ τρίτος ὧν ἐξ ἀρχῆς προὐθέµεθα. τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει τροφῆς παντὶ µορίῳ τοῦ τρεφοµένου σώµατος προσπλαττοµένου θρέψις µὲν ἡ ἐνέργεια, θρεπτικὴ δὲ δύναµις ἡ αἰτία. ἀλλοίωσις µὲν δὴ κἀνταῦθα τὸ γένος τῆς ἐνεργείας, ἀλλ’ οὐχ οἵαπερ ἡ ἐν τῇ γενέσει. ἐκεῖ µὲν γὰρ οὐκ ὂν [ὀστοῦν] πρότερον ὕστερον ἐγένετο, κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι συνεξοµοιοῦται τὸ ἐπιρρέον καὶ διὰ τοῦτ’ εὐλόγως ἐκείνην µὲν τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ’ ἐξοµοίωσιν [τε καὶ ὁµοίωσιν] ὠνόµασαν.

9. ᾿Επειδὴ δὲ περὶ τῶν τριῶν δυνάµεων τῆς φύσεως αὐτάρκως εἴρηται καὶ φαίνεται µηδεµιᾶς ἄλλης προσδεῖσθαι τὸ ζῷον, ἔχον γε καὶ ὅπως αὐξηθῇ καὶ ὅπως τελειωθῇ καὶ ὅπως ἕως πλείστου διαφυλαχθῇ, δόξειε µὲν ἂν ἴσως ἱκανῶς ἔχειν ὁ λόγος οὗτος ἤδη καὶ πάσας ἐξηγεῖσθαι τὰς τῆς φύσεως δυνάµεις. ἀλλ’ εἴ τις πάλιν ἐννοήσειεν, ὡς οὐδενὸς οὐδέπω τῶν τοῦ ζῴου µορίων ἐφήψατο, κοιλίας λέγω καὶ ἐντέρων καὶ ἥπατος καὶ τῶν ὁµοίων, οὐδ’ ἐξηγήσατο τὰς ἐν αὐτοῖς δυνάµεις, αὖθις δόξειεν ἂν οἷον προοίµιόν τι µόνον εἰρῆσθαι τῆς χρησίµου διδασκαλίας. τὸ γὰρ σύµπαν ὧδ’ ἔχει. γένεσις καὶ αὔξησις καὶ θρέψις τὰ πρῶτα καὶ οἷον κεφάλαια τῶν ἔργων ἐστὶ τῆς φύσεως· ὥστε καὶ αἱ τούτων ἐργαστικαὶ δυνάµεις αἱ πρῶται τρεῖς εἰσι καὶ κυριώταται· δέονται δ’ εἰς ὑπηρεσίαν, ὡς ἤδη δέδεικται, καὶ ἀλλήλων καὶ ἄλλων. τίνων µὲν οὖν ἡ γεννητική τε καὶ αὐξητικὴ δέονται, εἴρηται, τίνων δ’ ἡ θρεπτική, νῦν εἰρήσεται.

10. Δοκῶ γάρ µοι δείξειν τὰ περὶ τὴν [φυσικὴν] τῆς τροφῆς οἰκονοµίαν ὄργανά τε καὶ τὰς δυνάµεις αὐτῶν διὰ ταύτην γεγονότα. ἐπειδὴ γὰρ ἡ ἐνέργεια ταύτης τῆς δυνάµεως ἐξοµοίωσίς ἐστιν, ὁµοιοῦσθαι δὲ καὶ µεταβάλλειν εἰς ἄλληλα πᾶσι τοῖς οὖσιν ἀδύνατον, εἰ µή τινα ἔχοι κοινωνίαν ἤδη καὶ συγγένειαν ἐν ταῖς ποιότησι, διὰ τοῦτο πρῶτον µὲν οὐκ ἐκ πάντων ἐδεσµάτων πᾶν ζῷον τρέφεσθαι πέφυκεν, ἔπειτα δ’ οὐδ’ ἐξ ὧν οἷόν τ’ ἐστὶν οὐδ’ ἐκ τούτων παραχρῆµα, καὶ διὰ ταύτην τὴν ἀνάγκην πλειόνων ὀργάνων ἀλλοιωτικῶν τῆς τροφῆς ἕκαστον τῶν ζῴων χρῄζει. ἵνα µὲν γὰρ τὸ ξανθὸν ἐρυθρὸν γένηται καὶ τὸ ἐρυθρὸν ξανθόν, ἁπλῆς καὶ µιᾶς δεῖται τῆς ἀλλοιώσεως· ἵνα δὲ τὸ λευκὸν µέλαν καὶ τὸ µέλαν λευκόν, ἁπασῶν τῶν µεταξύ. καὶ τοίνυν καὶ τὸ µαλακώτατον οὐκ ἂν ἀθρόως σκληρότατον καὶ τὸ σκληρότατον οὐκ ἂν ἀθρόως µαλακώτατον γένοιτο, ὥσπερ οὐδὲ τὸ δυσωδέστατον εὐωδέστατον οὐδ’ ἔµπαλιν τὸ εὐωδέστατον δυσωδέστατον ἐξαίφνης γένοιτ’ ἄν. πῶς οὖν ἐξ αἵµατος ὀστοῦν ἄν ποτε γένοιτο µὴ παχυνθέντος γε πρότερον ἐπὶ πλεῖστον αὐτοῦ καὶ λευκανθέντος ἢ πῶς ἐξ ἄρτου τὸ αἷµα µὴ κατὰ βραχὺ µὲν ἀποθεµένου τὴν λευκότητα, κατὰ βραχὺ δὲ λαµβάνοντος τὴν ἐρυθρότητα; σάρκα µὲν γὰρ ἐξ αἵµατος γενέσθαι ῥᾷστον· εἰ γὰρ εἰς τοσοῦτον αὐτὸ παχύνειεν ἡ φύσις, ὡς σύστασίν τινα σχεῖν καὶ µηκέτ’ εἶναι ῥυτόν, ἡ πρώτη καὶ νεοπαγὴς οὕτως ἂν εἴη σάρξ· ὀστοῦν δ’ ἵνα γένηται, πολλοῦ µὲν δεῖται χρόνου, πολλῆς δ’ ἐργασίας καὶ µεταβολῆς τῷ αἵµατι. ὅτι δὲ καὶ τῷ ἄρτῳ καὶ πολὺ µᾶλλον θριδακίνῃ καὶ τεύτλῳ καὶ τοῖς ὁµοίοις παµπόλλης δεῖται τῆς ἀλλοιώσεως εἰς αἵµατος γένεσιν, οὐδὲ τοῦτ’ ἄδηλον. ἓν µὲν δὴ τοῦτ’ αἴτιον τοῦ πολλὰ γενέσθαι τὰ περὶ τὴν τῆς τροφῆς ἀλλοίωσιν ὄργανα. δεύτερον δ’ ἡ τῶν περιττωµάτων φύσις. ὡς γὰρ ὑπὸ βοτανῶν οὐδ’ ὅλως δυνάµεθα τρέφεσθαι, καίτοι τῶν βοσκηµάτων τρεφοµένων, οὕτως ὑπὸ ῥαφανίδος τρεφόµεθα µέν, ἀλλ’ οὐχ ὡς ὑπὸ τῶν κρεῶν. τούτων µὲν γὰρ ὀλίγου δεῖν ὅλων ἡ φύσις ἡµῶν κρατεῖ καὶ µεταβάλλει καὶ ἀλλοιοῖ καὶ χρηστὸν ἐξ αὐτῶν αἷµα συνίστησιν· ἐν δὲ τῇ ῥαφανίδι τὸ µὲν οἰκεῖόν τε καὶ µεταβληθῆναι δυνάµενον, µόγις καὶ τοῦτο καὶ σὺν πολλῇ τῇ κατεργασίᾳ, παντάπασιν ἐλάχιστον· ὅλη δ’ ὀλίγου δεῖν ἐστι περιττωµατικὴ καὶ διεξέρχεται τὰ τῆς πέψεως ὄργανα, βραχέος ἐξ αὐτῆς εἰς τὰς φλέβας ἀναληφθέντος αἵµατος καὶ οὐδὲ τούτου τελέως χρηστοῦ. δευτέρας οὖν αὖθις ἐδέησε διακρίσεως τῇ φύσει τῶν ἐν ταῖς φλεψὶ περιττωµάτων. καὶ χρεία καὶ τούτοις ὁδῶν τέ τινων ἑτέρων ἐπὶ τὰς ἐκκρίσεις αὐτὰ παραγουσῶν, ὡς µὴ λυµαίνοιτο τοῖς χρηστοῖς, ὑποδοχῶν τέ τινων οἷον δεξαµενῶν, ἐν αἷς ὅταν εἰς ἱκανὸν [ἀθροιζόµενον] πλῆθος ἀφίκηται, τηνικαῦτ’ ἐκκριθήσεται. δεύτερον δή σοι καὶ τοῦτο τὸ γένος τῶν ἐν τῷ σώµατι µορίων ἐξεύρηται τοῖς περιττώµασι τῆς τροφῆς ἀνακείµενον. ἄλλο δὲ τρίτον ὑπὲρ τοῦ πάντη φέρεσθαι, καθάπερ τινὲς ὁδοὶ πολλαὶ διὰ τοῦ σώµατος ὅλου κατατετµηµέναι. µία µὲν γὰρ εἴσοδος ἡ διὰ τοῦ στόµατος ἅπασι τοῖς σιτίοις, οὐχ ἓν δὲ τὸ τρεφόµενον ἀλλὰ πάµπολλά τε καὶ πάµπολυ διεστῶτα. µὴ τοίνυν θαύµαζε τὸ πλῆθος τῶν ὀργάνων, ὅσα θρέψεως ἕνεκεν ἡ φύσις ἐδηµιούργησε. τὰ µὲν γὰρ ἀλλοιοῦντα προπαρασκευάζει τὴν ἐπιτήδειον ἑκάστῳ µορίῳ τροφήν, τὰ δὲ διακρίνει τὰ περιττώµατα, τὰ δὲ παραπέµπει, τὰ δ’ ὑποδέχεται, τὰ δ’ ἐκκρίνει, τὰ δ’ ὁδοὶ τῆς πάντη φορᾶς εἰσι τῶν χρηστῶν χυµῶν, ὥστ’, εἴπερ βούλει τὰς δυνάµεις τῆς φύσεως ἁπάσας ἐκµαθεῖν, ὑπὲρ ἑκάστου τούτων ἂν εἴη σοι τῶν ὀργάνων ἐπισκεπτέον. ἀρχὴ δ’ αὐτῶν τῆς διδασκαλίας, ὅσα τοῦ τέλους ἐγγὺς ἔργα τε τῆς φύσεώς ἐστι καὶ µόρια καὶ δυνάµεις αὐτῶν.

11. Αὐτοῦ δὲ δὴ πάλιν ἀναµνηστέον ἡµῖν τοῦ τέλους, οὗπερ ἕνεκα τοσαῦτά τε καὶ τοιαῦτα τῇ φύσει δεδηµιούργηται µόρια. τὸ µὲν οὖν ὄνοµα τοῦ πράγµατος, ὥσπερ καὶ πρότερον εἴρηται, θρέψις· ὁ δὲ κατὰ τοὔνοµα λόγος ὁµοίωσις τοῦ τρέφοντος τῷ τρεφοµένῳ. ἵνα δ’ αὕτη γένηται, προηγήσασθαι χρὴ πρόσφυσιν, ἵνα δ’ ἐκείνη, πρόσθεσιν. ἐπειδὰν γὰρ ἐκπέσῃ τῶν ἀγγείων ὁ µέλλων θρέψειν ὁτιοῦν τῶν τοῦ ζῴου µορίων χυµός, εἰς ἅπαν αὐτὸ διασπείρεται πρῶτον, ἔπειτα προστίθεται κἄπειτα προσφύεται καὶ τελέως ὁµοιοῦται. δηλοῦσι δ’ αἱ καλούµεναι λεῦκαι τὴν διαφορὰν ὁµοιώσεώς τε καὶ προσφύσεως, ὥσπερ τὸ γένος ἐκεῖνο τῶν ὑδέρων, ὅ τινες ὀνοµάζουσιν ἀνὰ σάρκα, διορίζει σαφῶς πρόσθεσιν προσφύσεως. οὐ γὰρ ἐνδείᾳ δήπου τῆς ἐπιρρεούσης ὑγρότητος, ὡς ἔνιαι τῶν ἀτροφιῶν τε καὶ φθίσεων, ἡ τοῦ τοιούτου γένεσις ὑδέρου συντελεῖται. φαίνεται γὰρ ἱκανῶς [αὐτοῖς] ἥ τε σὰρξ ὑγρὰ καὶ διάβροχος ἕκαστόν τε τῶν στερεῶντοῦ σώµατος µορίων ὡσαύτως διακείµενον. ἀλλὰ πρόσθεσις µέν τις γίγνεται τῆς ἐπιφεροµένης τροφῆς, ἅτε δ’ ὑδατωδεστέρας οὔσης ἔτι καὶ µὴ πάνυ τι κεχυµωµένης µηδὲ τὸ γλίσχρον ἐκεῖνο καὶ κολλῶδες, ὃ δὴ τῆς ἐµφύτου θερµασίας οἰκονοµίᾳ προσγίγνεται, κεκτηµένης ἡ πρόσφυσις ἀδύνατός ἐστιν ἐπιτελεῖσθαι πλήθει λεπτῆς ὑγρότητος ἀπέπτου διαρρεούσης τε καὶ ῥᾳδίως ὀλισθαινούσης ἀπὸ τῶν στερεῶν τοῦ σώµατος µορίων τῆς τροφῆς. ἐν δὲ ταῖς λεύκαις πρόσφυσις µέν τις γίγνεται τῆς τροφῆς, οὐ µὴν ἐξοµοίωσίς γε. καὶ δῆλον ἐν τῷδε τὸ µικρῷ πρόσθεν ῥηθὲν ὡς ὀρθῶς ἐλέγετο τὸ δεῖν πρόσθεσιν µὲν πρῶτον, ἐφεξῆς δὲ πρόσφυσιν, ἔπειτ’ ἐξοµοίωσιν γενέσθαι τῷ µέλλοντι τρέφεσθαι. κυρίως µὲν οὖν τὸ τρέφον ἤδη τροφή, τὸ δ’ οἷον µὲν τροφή, οὔπω δὲ τρέφον, ὁποῖόν ἐστι τὸ προσφυόµενον ἢ προστιθέµενον, τροφὴ µὲν οὐ κυρίως, ὁµωνύµως δὲ τροφή· τὸ δ’ ἐν ταῖς φλεψὶν ἔτι περιεχόµενον καὶ τούτου µᾶλλον ἔτι τὸ κατὰ τὴν γαστέρα τῷ µέλλειν ποτὲ θρέψειν, εἰ καλῶς κατεργασθείη, κέκληται τροφή. κατὰ ταὐτὰ δὲ καὶ τῶν ἐδεσµάτων ἕκαστον τροφὴν ὀνοµάζοµεν οὔτε τῷ τρέφειν ἤδη τὸ ζῷον οὔτε τῷ τοιοῦτον ὑπάρχειν οἷον τὸ τρέφον, ἀλλὰ τῷ δύνασθαί τε καὶ µέλλειν τρέφειν, εἰ καλῶς κατεργασθείη. τοῦτο γὰρ ἦν καὶ τὸ πρὸς ῾Ιπποκράτους λεγόµενον· “τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον τροφὴ καὶ τὸ µέλλον”. τὸ µὲν γὰρ ὁµοιούµενον ἤδη τροφὴν ὠνόµασε, τὸ δ’ οἷον µὲν ἐκεῖνο προστιθέµενον ἢ προσφυόµενον οἷον τροφήν· τὸ δ’ ἄλλο πᾶν, ὅσον ἐν τῇ γαστρὶ καὶ ταῖς φλεψὶ περιέχεται, µέλλον.

12. ῞Οτι µὲν οὖν ἀναγκαῖον ὁµοίωσίν τιν’ εἶναι τοῦ τρέφοντος τῷ τρεφοµένῳ τὴν θρέψιν, ἄντικρυς δῆλον. οὐ µὴν ὑπάρχουσάν γε ταύτην τὴν ὁµοίωσιν, ἀλλὰ φαινοµένην µόνον εἶναί φασιν οἱ µήτε τεχνικὴν οἰόµενοι τὴν φύσιν εἶναι µήτε προνοητικὴν τοῦ ζῴου µήθ’ ὅλως τινὰς οἰκείας ἔχειν δυνάµεις, αἷς χρωµένη τὰ µὲν ἀλλοιοῖ, τὰ δ’ ἕλκει, τὰ δ’ ἐκκρίνει. καὶ αὗται δύο γεγόνασιν αἱρέσεις κατὰ γένος ἐν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ τῶν ἀπο-φηναµένων τι περὶ φύσεως ἀνδρῶν, ὅσοι γ’ αὐτῶν γιγνώσκουσιν, ὅ τι λέγουσι, καὶ τὴν ἀκολουθίαν ὧν ὑπέθεντο θεωροῦσι θ’ ἅµα καὶ διαφυλάττουσιν. ὅσοι δὲ µηδ’ αὐτὸ τοῦτο συνιᾶσιν, ἀλλ’ ἁπλῶς, ὅ τι ἂν ἐπὶ γλῶτταν ἔλθῃ, ληροῦσιν, ἐν οὐδετέρᾳ τῶν αἱρέσεων ἀκριβῶς καταµένοντες, οὐδὲ µεµνῆσθαι τῶν τοιούτων προσήκει. τίνες οὖν αἱ δύο αἱρέσεις αὗται καὶ τίς ἡ τῶν ἐν αὐταῖς ὑποθέσεων ἀκολουθία; τὴν ὑποβεβληµένην οὐσίαν γενέσει καὶ φθορᾷ πᾶσαν ἡνωµένην θ’ ἅµα καὶ ἀλλοιοῦσθαι δυναµένην ὑπέθετο θάτερον γένος τῆς αἱρέσεως, ἀµετάβλητον δὲ καὶ ἀναλλοίωτον καὶ κατατετµηµένην εἰς λεπτὰ καὶ κεναῖς ταῖς µεταξὺ χώραις διειληµµένην ἡ λοιπή. καὶ τοίνυν ὅσοι γε τῆς ἀκολουθίας τῶν ὑποθέσεων αἰσθάνονται, κατὰ µὲν τὴν δευτέραν αἵρεσιν οὔτε φύσεως οὔτε ψυχῆς ἰδίαν τινὰ νοµίζουσιν οὐσίαν ἢ δύναµιν ὑπάρχειν, ἀλλ’ ἐν τῇ ποιᾷ συνόδῳ τῶν πρώτων ἐκείνων σωµάτων τῶν ἀπαθῶν ἀποτελεῖσθαι. κατὰ δὲ τὴν προτέραν εἰρηµένην αἵρεσιν οὐχ ὑστέρα τῶν σωµάτων ἡ φύσις, ἀλλὰ πολὺ προτέρα τε καὶ πρεσβυτέρα. καὶ τοίνυν κατὰ µὲν τούτους αὕτη τὰ σώµατα τῶν τε φυτῶν καὶ τῶν ζῴων συνίστησι δυνάµεις τινὰς ἔχουσα τὰς µὲν ἑλκτικάς θ’ ἅµα καὶ ὁµοιωτικὰς τῶν οἰκείων, τὰς δ’ ἀποκριτικὰς τῶν ἀλλοτρίων, καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ προνοεῖται τῶν γεννωµένων ἑτέραις αὖθίς τισι δυνάµεσι, στερκτικῇ µέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ δὲ καὶ φιλικῇ τῶν ὁµογενῶν. κατὰ δ’ αὖ τοὺς ἑτέρους οὔτε τούτων οὐδὲν ὑπάρχει ταῖς φύσεσιν οὔτ’ ἔννοιά τίς ἐστι τῇ ψυχῇ σύµφυτος ἐξ ἀρχῆς οὐκ ἀκολουθίας οὐ µάχης, οὐ διαιρέσεως οὐ συνθέσεως, οὐ δικαίων οὐκ ἀδίκων, οὐ καλῶν οὐκ αἰσχρῶν, ἀλλ’ ἐξ αἰσθήσεώς τε καὶ δι’ αἰσθήσεως ἅπαντα τὰ τοιαῦθ’ ἡµῖν ἐγγίγνεσθαί φασι καὶ φαντασίαις τισὶ καὶ µνήµαις οἰακίζεσθαι τὰ ζῷα. ἔνιοι δ’ αὐτῶν καὶ ῥητῶς ἀπεφήναντο µηδεµίαν εἶναι τῆς ψυχῆς δύναµιν, ᾗ λογιζόµεθα, ἀλλ’ ὑπὸ τῶν αἰσθητῶν ἄγεσθαι παθῶν ἡµᾶς καθάπερ βοσκήµατα πρὸς µηδὲν ἀνανεῦσαι µηδ’ ἀντειπεῖν δυναµένους. καθ’ οὓς δηλονότι καὶ ἀνδρεία καὶ φρόνη-σις καὶ σωφροσύνη καὶ ἐγκράτεια λῆρός ἐστι µακρὸς καὶ φιλοῦµεν οὔτ’ ἀλλήλους οὔτε τὰ ἔγγονα καὶ τοῖς θεοῖς οὐδὲν ἡµῶν µέλει. καταφρονοῦσι δὲ καὶ τῶν ὀνειράτων καὶ τῶν οἰωνῶν καὶ τῶν συµβόλων καὶ πάσης ἀστρολογίας, ὑπὲρ ὧν ἡµεῖς µὲν ἰδίᾳ δι’ ἑτέρων γραµµάτων ἐπὶ πλέον ἐσκεψάµεθα περὶ τῶν ᾿Ασκληπιάδου τοῦ ἰατροῦ σκοπούµενοι δογµάτων. ἔνεστι δὲ τοῖς βουλοµένοις κἀκείνοις µὲν ὁµιλῆσαι τοῖς λόγοις καὶ νῦν δ’ ἤδη σκοπεῖν, ὥσπερ τινῶν δυοῖν ὁδῶν ἡµῖν προκειµένων, ὁποτέραν βέλτιόν ἐστι τρέπεσθαι. ῾Ιπποκράτης µὲν γὰρ τὴν προτέραν ῥηθεῖσαν ἐτράπετο, καθ’ ἣν ἥνωται µὲν ἡ οὐσία καὶ ἀλλοιοῦται καὶ σύµπνουν ὅλον ἐστὶ καὶ σύρρουν τὸ σῶµα καὶ ἡ φύσις ἅπαντα τεχνικῶς καὶ δικαίως πράττει δυνάµεις ἔχουσα, καθ’ ἃς ἕκαστον τῶν µορίων ἕλκει µὲν ἐφ’ ἑαυτὸ τὸν οἰκεῖον ἑαυτῷ χυµόν, ἕλξαν δὲ προσφύει τε παντὶ µέρει τῶν ἐν αὑτῷ καὶ τελέως ἐξοµοιοῖ, τὸ δὲ µὴ κρατηθὲν ἐν τούτῳ µηδὲ τὴν παντελῆ δυνηθὲν ἀλλοίωσίν τε καὶ ὁµοιότητα τοῦ τρεφοµένου καταδέξασθαι δι’ ἑτέρας αὖ τινος ἐκκριτικῆς δυνάµεως ἀποτρίβεται.

13. Μαθεῖν δ’ ἔνεστιν οὐ µόνον ἐξ ὧν οἱ τἀναντία τιθέµενοι διαφέρονται τοῖς ἐναργῶς φαινοµένοις, εἰς ὅσον ὀρθότητός τε καὶ ἀληθείας ἥκει τὰ ῾Ιπποκράτους δόγµατα, ἀλλὰ κἀξ αὐτῶν τῶν κατὰ µέρος ἐν τῇ φυσικῇ θεωρίᾳ ζητουµένων τῶν τ’ ἄλλων ἁπάντων καὶ τῶν ἐν τοῖς ζῴοις ἐνεργειῶν. ὅσοι γὰρ οὐδεµίαν οὐδενὶ µορίῳ νοµίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναµιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινοµένοις, ὥσπερ καὶ ᾿Ασκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ µόνον ῾Ιπποκράτης ἢ Διοκλῆς ἢ ᾿Ερασίστρατος ἢ Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ µάγειροι σχεδὸν ἅπαντες ἴσασιν, ὁσηµέραι θεώµενοι τήν τε θέσιν αὐτῶν καὶ τὸν ἀφ’ ἑκατέρου πόρον εἰς τὴν κύστιν ἐµβάλλοντα, τὸν οὐρητῆρα καλούµενον, ἐξ αὐτῆς τῆς κατασκευῆς ἀναλογιζόµενοι τήν τε χρείαν αὐτῶν καὶ τὴν δύναµιν. καὶ πρό γε τῶν µαγείρων ἅπαντες ἄνθρωποι καὶ δυσουροῦντες πολλάκις καὶ παντάπασιν ἰσχουροῦντες, ὅταν ἀλγῶσι µὲν τὰ κατὰ τὰς ψόας, ψαµµώδη δ’ ἐξουρῶσιν, νεφριτικοὺς ὀνοµάζουσι σφᾶς αὐτούς. ᾿Ασκληπιάδην δ’ οἶµαι µηδὲ λίθον οὐρηθέντα ποτὲ θεάσασθαι πρὸς τῶν οὕτω πασχόντων µηδ’ ὡς προηγήσατο κατὰ τὴν µεταξὺ τῶν νεφρῶν καὶ τῆς κύστεως χώραν ὀδύνη τις ὀξεῖα διερχοµένου τοῦ λίθου τὸν οὐρητῆρα µηδ’ ὡς οὐρηθέντος αὐτοῦ τά τε τῆς ὀδύνης καὶ τὰ τῆς ἰσχουρίας ἐπαύσατο παραχρῆµα. πῶς οὖν εἰς τὴν κύστιν τῷ λόγῳ παράγει τὸ οὖρον, ἄξιον ἀκοῦσαι καὶ θαυµάσαι τἀνδρὸς τὴν σοφίαν, ὃς καταλιπὼν οὕτως εὐρείας ὁδοὺς ἐναργῶς φαινοµένας ἀφανεῖς καὶ στενὰς καὶ παντάπασιν ἀναισθήτους ὑπέθετο. βούλεται γὰρ εἰς ἀτµοὺς ἀναλυόµενον τὸ πινόµενον ὑγρὸν εἰς τὴν κύστιν διαδίδοσθαι κἄπειτ’ ἐξ ἐκείνων αὖθις ἀλλήλοις συνιόντων οὕτως ἀπολαµβάνειν αὐτὸ τὴν ἀρχαίαν ἰδέαν καὶ γίγνεσθαι πάλιν ὑγρὸν ἐξ ἀτµῶν ἀτεχνῶς ὡς περὶ σπογγιᾶς τινος ἢ ἐρίου [περὶ] τῆς κύστεως διανοούµενος, ἀλλ’ οὐ σώµατος ἀκριβῶς πυκνοῦ καὶ στεγανοῦ δύο χιτῶνας ἰσχυροτάτους κεκτηµένου, δι’ ὧν εἴπερ διέρχεσθαι φήσοµεν τοὺς ἀτµούς, τί δήποτ’ οὐχὶ διὰ τοῦ περιτοναίου καὶ τῶν φρενῶν διελθόντες ἐνέπλησαν ὕδατος τό τ’ ἐπιγάστριον ἅπαν καὶ τὸν θώρακα; ἀλλὰ παχύτερος, φησίν, ἐστὶ δηλαδὴ καὶ στεγανώτερος ὁ περιτόναιος χιτὼν τῆς κύστεως καὶ διὰ τοῦτ’ ἐκεῖνος µὲν ἀποστέγει τοὺς ἀτµούς, ἡ δὲ κύστις παραδέχεται. ἀλλ’ εἴπερ ἀνατετµήκει ποτέ, τάχ’ ἂν ἠπίστατο τὸν µὲν ἔξωθεν χιτῶνα τῆς κύστεως ἀπὸ τοῦ περιτοναίου πεφυκότα τὴν αὐτὴν ἐκείνῳ φύσιν ἔχειν, τὸν δ’ ἔνδοθεν τὸν αὐτῆς τῆς κύστεως ἴδιον πλέον ἢ διπλάσιον ἐκείνου τὸ πάχος ὑπάρχειν. ἀλλ’ ἴσως οὔτε τὸ πάχος οὔθ’ ἡ λεπτότης τῶν χιτώνων, ἀλλ’ ἡ θέσις τῆς κύστεως αἰτία τοῦ φέρεσθαι τοὺς ἀτµοὺς εἰς αὐτήν. καὶ µὴν εἰ καὶ διὰ τἆλλα πάντα πιθανὸν ἦν αὐτοὺς ἐνταυθοῖ συναθροίζεσθαι, τό γε τῆς θέσεως µόνης αὔταρκες κωλῦσαι. κάτω µὲν γὰρ ἡ κύστις κεῖται, τοῖς δ’ ἀτµοῖς σύµφυτος ἡ πρὸς τὸ µετέωρον φορά, ὥστε πολὺ πρότερον ἂν ἔπλησαν ἅπαντα τὰ κατὰ τὸν θώρακά τε καὶ τὸν πνεύµονα, πρὶν ἐπὶ τὴν κύστιν ἀφικέσθαι. καίτοι τί θέσεως κύστεως καὶ περιτοναίου καὶ θώρακος µνηµονεύω; διεκπεσόντες γὰρ δήπου τούς τε τῆς κοιλίας καὶ τῶν ἐντέρων χιτῶνας οἱ ἀτµοὶ κατὰ τὴν µεταξὺ χώραν αὐτῶν τε τούτων καὶ τοῦ περιτοναίου συναθροισθήσονται καὶ ὑγρὸν ἐνταυθοῖ γενήσονται, ὥσπερ καὶ τοῖς ὑδερικοῖς ἐν τούτῳ τῷ χωρίῳ τὸ πλεῖστον ἀθροίζεται τοῦ ὕδατος, ἢ πάντως αὐτοὺς χρὴ φέρεσθαι πρόσω διὰ πάντων τῶν ὁπωσοῦν ὁµιλούντων καὶ µηδέποθ’ ἵστασθαι. ἀλλ’ εἰ καὶ τοῦτό τις ὑπόθοιτο, διεκπεσόντες ἂν οὕτως οὐ τὸ περιτόναιον µόνον ἀλλὰ καὶ τὸ ἐπιγάστριον, εἰς τὸ περιέχον σκεδασθεῖεν ἢ πάντως ἂν ὑπὸ τῷ δέρµατι συναθροισθεῖεν. ἀλλὰ καὶ πρὸς ταῦτ’ ἀντιλέγειν οἱ νῦν ᾿Ασκληπιάδειοι πειρῶνται, καίτοι πρὸς ἁπάντων ἀεὶ τῶν παρατυγχανόντων αὐτοῖς, ὅταν περὶ τούτων ἐρίζωσι, καταγελώµενοι. οὕτως ἄρα δυσαπότριπτόν τι κακόν ἐστιν ἡ περὶ τὰς αἱρέσεις φιλοτιµία καὶ δυσέκνιπτον ἐν τοῖς µάλιστα καὶ ψώρας ἁπάσης δυσιατότερον. τῶν γοῦν καθ’ ἡµᾶς τις σοφιστῶν τά τ’ ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς λόγους ἱκανῶς συγκεκροτηµένος καὶ δεινὸς εἰπεῖν, εἴπερ τις ἄλλος, ἀφικόµενος ἐµοί ποθ’ ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρηµένων, ὥστε καὶ θαυµάζειν ἔφασκεν ἐµοῦ τὰ σαφῶς φαινόµενα λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος. ἐναργῶς γὰρ ὁσηµέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς ἐµπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον πιέζοι πανταχόθεν, οὐδαµόθεν µεθιείσας οὐδέν, ἀλλ’ ἀκριβῶς ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γ’ εἴπερ ἦσάν τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ µεγάλοι πόροι, πάντως ἄν, ἔφη, δι’ ἐκείνων, ὥσπερ εἰσῄει τὸ ὑγρὸν εἰς αὐτάς, οὕτω καὶ θλιβόντων ἐξεκρίνετο. ταῦτα καὶ τὰ τοιαῦτ’ εἰπὼν ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ τῷ στόµατι τελευτῶν ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡµᾶς ὡς οὐδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναµένους. οὕτως οὐ µόνον ὑγιὲς οὐδὲν ἴσασιν οἱ ταῖς αἱρέσεσι δουλεύοντες, ἀλλ’ οὐδὲ µαθεῖν ὑποµένουσι. δέον γὰρ ἀκοῦσαι τὴν αἰτίαν, δι’ ἣν εἰσιέναι µὲν δύναται διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν τὸ ὑγρόν, ἐξιέναι δ’ αὖθις ὀπίσω τὴν αὐτὴν ὁδὸν οὐκέθ’ οἷόν τε, καὶ θαυµάσαι τὴν τέχνην τῆς φύσεως, οὔτε µαθεῖν ἐθέλουσι καὶ λοιδοροῦνται προσέτι µάτην ὑπ’ αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς γεγονέναι φάσκοντες. εἰσὶ δ’ οἳ καὶ δειχθῆναι παρόντων αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐµφυοµένους οὐρητῆρας ὑποµείναντες ἐτόλµησαν εἰπεῖν οἱ µέν, ὅτι µάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ’, ὅτι σπερµατικοί τινές εἰσι πόροι καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ εἰς τὸ κῦτος ἐµφύονται. δείξαντες οὖν ἡµεῖς αὐτοῖς τοὺς ὡς ἀληθῶς σπερµατικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων ἐµβάλλοντας εἰς τὸν τράχηλον, νῦν γοῦν, εἰ καὶ µὴ πρότερον, ᾠήθηµεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειληµµένων ἐπί τε τἀναντία µεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτ’ ἀντιλέγειν ἐτόλµων οὐδὲν εἶναι θαυµαστὸν εἰπόντες, ἐν ἐκείνοις µὲν ὡς ἂν στεγανωτέροις οὖσιν ἐπὶ πλέον ὑποµένειν τὸ σπέρµα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν ὡς ἂν ἱκανῶς ἀνευρυσµένους ἐκρεῖν διὰ ταχέων. ἡµεῖς οὖν ἠναγκάσθηµεν αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου, µόγις ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχήσειν ἐλπίζοντες. ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν κἄπειτ’ ἐπιδήσαντας ἐᾶσαι τὸ ζῷον· οὐ γὰρ ἂν οὐρήσειεν ἔτι. µετὰ δὲ ταῦτα λύειν µὲν τοὺς ἔξωθεν δεσµούς, δεικνύναι δὲ κενὴν µὲν τὴν κύστιν, µεστοὺς δ’ ἱκανῶς καὶ διατεταµένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας ῥαγῆναι κἄπειτα τοὺς βρόχους αὐτῶν ἀφελόντας ἐναργῶς ὁρᾶν ἤδη πληρουµένην οὔρου τὴν κύστιν. ἐπὶ δὲ τούτῳ φανέντι, πρὶν οὐρῆσαι τὸ ζῷον, βρόχον αὐτοῦ περιβαλεῖν χρὴ τῷ αἰδοίῳ κἄπειτα θλίβειν πανταχόθεν τὴν κύστιν. οὐδὲ γὰρ ἂν οὐδὲν ἔτι διὰ τῶν οὐρητήρων ἐπανέλθοι [ποτὲ] πρὸς τοὺς νεφρούς. κἀν τούτῳ δῆλον γίγνε-ται τὸ µὴ µόνον ἐπὶ τεθνεῶτος ἀλλὰ καὶ περιόντος ἔτι τοῦ ζῴου κωλύεσθαι µεταλαµβάνειν αὖθις ἐκ τῆς κύστεως τοὺς οὐρητῆρας τὸ οὖρον. ἐπὶ τούτοις ὀφθεῖσιν ἐπιτρέπειν ἤδη τὸ ζῷον οὐρεῖν λύοντας αὐτοῦ τὸν ἐπὶ τῷ αἰδοίῳ βρόχον, εἶτ’ αὖθις ἐπιβαλεῖν µὲν θατέρῳ τῶν οὐρητήρων, ἐᾶσαι δὲ τὸν ἕτερον εἰς τὴν κύστιν συρρεῖν καί τινα διαλιπόντας χρόνον ἐπιδεικνύειν ἤδη, πῶς ὁ µὲν ἕτερος αὐτῶν ὁ δεδεµένος µεστὸς καὶ διατεταµένος κατὰ τὰ πρὸς τῶν νεφρῶν µέρη φαίνεται, ὁ δ’ ἕτερος ὁ λελυµένος αὐτὸς µὲν χαλαρός ἐστι, πεπλήρωκε δ’ οὔρου τὴν κύστιν. εἶτ’ αὖθις διατεµεῖν πρῶτον µὲν τὸν πλήρη καὶ δεῖξαι, πῶς ἐξακοντίζεται τὸ οὖρον ἐξ αὐτοῦ, καθάπερ ἐν ταῖς φλεβοτοµίαις τὸ αἷµα, µετὰ ταῦτα δὲ καὶ τὸν ἕτερον αὖθις διατεµεῖν κἄπειτ’ ἐπιδῆσαι τὸ ζῷον ἔξωθεν, ἀµφοτέρω διῃρηµένων, εἶθ’ ὅταν ἱκανῶς ἔχειν δοκῇ, λῦσαι τὸν δεσµόν. εὑρεθήσεται γὰρ ἡ µὲν κύστις κενή, πλῆρες δ’ οὔρου τὸ µεταξὺ τῶν ἐντέρων τε καὶ τοῦ περιτοναίου χωρίον ἅπαν, ὡς ἂν εἰ καὶ ὑδερικὸν ἦν τὸ ζῷον. ταῦτ’ οὖν εἴ τις αὐτὸς καθ’ ἑαυτὸν βουληθείη βασανίζειν ἐπὶ ζῴου, µεγάλως µοι δοκεῖ καταγνώσεσθαι τῆς ᾿Ασκληπιάδου προπετείας. εἰ δὲ δὴ καὶ τὴν αἰτίαν µάθοι, δι’ ἣν οὐδὲν ἐκ τῆς κύστεως εἰς τοὺς οὐρητῆρας ἀντεκρεῖ, πεισθῆναι ἄν µοι δοκεῖ καὶ διὰ τοῦδε τὴν εἰς τὰ ζῷα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως. ῾Ιπποκράτης µὲν οὖν ὧν ἴσµεν ἰατρῶν τε καὶ φιλοσόφων πρῶτος ἁπάντων, ὡς ἂν καὶ πρῶτος [ἀκριβῶς] ἐπιγνοὺς τὰ τῆς φύσεως ἔργα, θαυµάζει τε καὶ διὰ παντὸς αὐτὴν ὑµνεῖ δικαίαν ὀνοµάζων καὶ µόνην ἐξαρκεῖν εἰς ἅπαντα τοῖς ζῴοις φησίν, αὐτὴν ἐξ αὑτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα τὰ δέοντα· τοιαύτην δ’ οὖσαν αὐτὴν εὐθέως καὶ δυνάµεις ὑπέλαβεν ἔχειν ἑλκτικὴν µὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων καὶ τρέφειν τε καὶ αὔξειν αὐτὴν τὰ ζῷα καὶ κρίνειν τὰ νοσήµατα· καὶ διὰ τοῦτ’ ἐν τοῖς σώµασιν ἡµῶν σύµπνοιάν τε µίαν εἶναί φησι καὶ σύρροιαν καὶ πάντα συµπαθέα. κατὰ δὲ τὸν᾿Ασκληπιάδην οὐδὲν οὐδενὶ συµπαθές ἐστι φύσει, διῃρηµένης τε καὶ κατατεθραυσµένης εἰς ἄναρµα στοιχεῖα καὶ ληρώδεις ὄγκους ἁπάσης τῆς οὐσίας. ἐξ ἀνάγκης οὖν ἄλλα τε µυρία τοῖς ἐναργῶς φαινοµένοις ἐναντίως ἀπεφήνατο καὶ τῆς φύσεως ἠγνόησε τήν τε τῶν οἰκείων ἐπισπαστικὴν δύναµιν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. ἐπὶ µὲν οὖν τῆς ἐξαιµατώσεώς τε καὶ ἀναδόσεως ἐξεῦρέ τινα ψυχρὰν ἀδολεσχίαν· εἰς δὲ τὴν τῶν περιττωµάτων κάθαρσιν οὐδὲν ὅλως εὑρὼν εἰπεῖν οὐκ ὤκνησεν ὁµόσε χωρῆσαι τοῖς φαινοµένοις, ἐπὶ µὲν τῆς τῶν οὔρων διακρίσεως ἀποστερήσας µὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν ὑποθέµενος· τοῦτο γὰρ ἦν δηλαδὴ µέγα καὶ σεµνὸν ἀπιστήσαντα τοῖς φαινοµένοις πιστεῦσαι τοῖς ἀδήλοις· ἐπὶ δὲ τῆς ξανθῆς χολῆς ἔτι µεῖζον αὐτῷ καὶ νεανικώτερόν ἐστι τὸ τόλµηµα· γεννᾶσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις ἀγγείοις, οὐ διακρίνεσθαι λέγει. πῶς οὖν τοῖς ἰκτερικοῖς ἅµ’ ἄµφω συµπίπτει, τὰ µὲν διαχωρήµατα µηδὲν ὅλως ἐν αὑτοῖς ἔχοντα χολῆς, ἀνάπλεων δ’ αὐτοῖς γιγνόµενον ὅλον τὸ σῶµα; ληρεῖν πάλιν ἐνταῦθ’ ἀναγκάζεται τοῖς ἐπὶ τῶν οὔρων εἰρηµένοις παραπλησίως. ληρεῖ δ’ οὐδὲν ἧττον καὶ περὶ τῆς µελαίνης χολῆς καὶ τοῦ σπληνὸς οὔτε τί ποθ’ ὑφ’ ῾Ιπποκράτους εἴρηται συνιεὶς ἀντιλέγειν τ’ ἐπιχειρῶν οἷς οὐκ οἶδεν ἐµπλήκτῳ τινὶ καὶ µανικῷ στόµατι. τί δὴ τὸ κέρδος ἐκ τῶν τοιούτων δογµάτων εἰς τὰς θεραπείας ἐκτήσατο; µήτε νεφριτικόν τι νόσηµα δύνασθαι θεραπεῦσαι µήτ’ ἰκτερικὸν µήτε µελαγχολικόν, ἀλλὰ καὶ περὶ τοῦ πᾶσιν ἀνθρώποις οὐχ ῾Ιπποκράτει µόνον ὁµολογουµένου τοῦ καθαίρειν τῶν φαρµάκων ἔνια µὲν τὴν ξανθὴν χολήν, ἔνια δὲ τὴν µέλαιναν, ἄλλα δέ τινα φλέγµα καί τινα τὸ λεπτὸν καὶ ὑδατῶδες περίττωµα, µηδὲ περὶ τούτων συγχωρεῖν, ἀλλ’ ὑπ’ αὐτῶν [γε] τῶν φαρµάκων γίγνεσθαι λέγειν τοιοῦτον ἕκαστον τῶν κενουµένων, ὥσπερ ὑπὸ τῶν χοληδόχων πόρων τὴν χολήν· καὶ µηδὲν διαφέρειν κατὰ τὸν θαυµαστὸν ᾿Ασκληπιάδην ἢ ὑδραγωγὸν διδόναι τοῖς ὑδεριῶσιν ἢ χολαγωγὸν φάρµακον· ἅπαντα γὰρ ὁµοίως κενοῦν καὶ συντήκειν τὸ σῶµα καὶ τὸ σύντηγµα τοιόνδε τι φαίνε-σθαι ποιεῖν, µὴ πρότερον ὑπάρχον τοιοῦτον. ἆρ’ οὖν οὐ µαίνεσθαι νοµιστέον αὐτὸν ἢ παντάπασιν ἄπειρον εἶναι τῶν ἔργων τῆς τέχνης; τίς γὰρ οὐκ οἶδεν, ὡς εἰ µὲν φλέγµατος ἀγωγὸν δοθείη φάρµακον τοῖς ἰκτεριῶσιν, οὐκ ἂν οὐδὲ τέτταρας κυάθους καθαρθεῖεν· οὕτω δ’ οὐδ’ εἰ τῶν ὑδραγωγῶν τι· χολαγωγῷ δὲ φαρµάκῳ πλεῖστον µὲν ἐκκενοῦται χολῆς, αὐτίκα δὲ καθαρὸς τοῖς οὕτω καθαρθεῖσιν ὁ χρὼς γίγνεται. πολλοὺς γοῦν ἡµεῖς µετὰ τὸ θεραπεῦσαι τὴν ἐν τῷ ἥπατι διάθεσιν ἅπαξ καθήραντες ἀπηλλάξαµεν τοῦ παθήµατος. οὐ µὴν οὐδ’ εἰ φλέγµατος ἀγωγῷ καθαίροις φαρµάκῳ, πλέον ἄν τι διαπράξαιο. καὶ ταῦτ’ οὐχ ῾Ιπποκράτης µὲν οὕτως οἶδε γιγνόµενα, τοῖς δ’ ἀπὸ τῆς ἐµπειρίας µόνης ὁρµωµένοις ἑτέρως ἔγνωσται, ἀλλὰ κἀκείνοις ὡσαύτως καὶ πᾶσιν ἰατροῖς, οἷς µέλει τῶν ἔργων τῆς τέχνης, οὕτω δοκεῖ πλὴν ᾿Ασκληπιάδου. προδοσίαν γὰρ εἶναι νενόµικε τῶν στοιχείων ὧν ὑπέθετο τὴν ἀληθῆ περὶ τῶν τοιούτων ὁµολογίαν. εἰ γὰρ ὅλως εὑρεθείη τι φάρµακον ἑλκτικὸν τοῦδέ τινος τοῦ χυµοῦ µόνου, κίνδυνος κρατεῖν δηλαδὴ τῷ λόγῳ τὸ ἐν ἑκάστῳ τῶν σωµάτων εἶναί τινα δύναµιν ἐπισπαστικὴν τῆς οἰκείας ποιότητος. διὰ τοῦτο κνῆκον µὲν καὶ κόκκον τὸν κνίδιον καὶ ἱπποφαὲς οὐχ ἕλκειν ἐκ τοῦ σώµατος ἀλλὰ ποιεῖν τὸ φλέγµα φησίν· ἄνθος δὲ χαλκοῦ καὶ λεπίδα καὶ αὐτὸν τὸν κεκαυµένον χαλκὸν καὶ χαµαίδρυν καὶ χαµαιλέοντα εἰς ὕδωρ ἀναλύειν τὸ σῶµα καὶ τοὺς ὑδερικοὺς ὑπὸ τούτων οὐ καθαιροµένους ὀνίνασθαι ἀλλὰ κενουµένους συναυξόντων δηλαδὴ τὸ πάθος. εἰ γὰρ οὐ κενοῖ τὸ περιεχόµενον ἐν τοῖς σώµασιν ὑδατῶδες ὑγρὸν ἀλλ’ αὐτὸ γεννᾷ, τῷ νοσήµατι προστιµωρεῖται. καὶ µέν γε καὶ ἡ σκαµµωνία πρὸς τῷ µὴ κενοῦν ἐκ τοῦ σώµατος τῶν ἰκτερικῶν τὴν χολὴν ἔτι καὶ τὸ χρηστὸν αἷµα χολὴν ἐργαζοµένη καὶ συντήκουσα τὸ σῶµα καὶ τηλικαῦτα κακὰ δρῶσα καὶ τὸ πάθος ἐπαύξουσα κατά γε τὸν ᾿Ασκληπιάδου λόγον ὅµως ἐναργῶς ὁρᾶται πολλοὺς ὠφελοῦσα. ναί, φησίν, ὀνίνανται µέν, ἀλλ’ αὐτῷ µόνῳ τῷ λόγῳ τῆς κενώσεως. καὶ µὴν εἰ φλέγµατος ἀγωγὸν αὐτοῖς δοίης φάρµακον, οὐκ ὀνήσονται. καὶ τοῦθ’ οὕτως ἐναργές ἐστιν, ὥστε καὶ οἱ ἀπὸ µόνης τῆς ἐµπειρίας ὁρµώµενοι γιγνώσκουσιν αὐτό. καίτοι τούτοις γε τοῖς ἀνδράσιν αὐτὸ δὴ τοῦτ’ ἔστι φιλοσόφηµα, τὸ µηδενὶ λόγῳ πιστεύειν ἀλλὰ µόνοις τοῖς ἐναργῶς φαινοµένοις. ἐκεῖνοι µὲν οὖν σωφρονοῦσιν· ᾿Ασκληπιάδης δὲ παραπαίει ταῖς αἰσθήσεσιν ἡµᾶς ἀπιστεῖν κελεύων, ἔνθα τὸ φαινόµενον ἀνατρέπει σαφῶς αὐτοῦ τὰς ὑποθέσεις. καίτοι µακρῷ γ’ ἦν ἄµεινον οὐχ ὁµόσε χωρεῖν τοῖς φαινοµένοις ἀλλ’ ἐκείνοις ἀναθέσθαι τὸ πᾶν. ἆρ’ οὖν ταῦτα µόνον ἐναργῶς µάχεται τοῖς ᾿Ασκληπιάδου δόγµασιν ἢ καὶ τὸ θέρους µὲν πλείονα κενοῦσθαι τὴν ξανθὴν χολὴν ὑπὸ τῶν αὐτῶν φαρµάκων, χειµῶνος δὲ τὸ φλέγµα, καὶ νεανίσκῳ µὲν πλείονα τὴν χολήν, πρεσβύτῃ δὲ τὸ φλέγµα; φαίνεται γὰρ ἕκαστον ἕλκειν τὴν οὖσαν, οὐκ αὐτὸ γεννᾶν τὴν οὐκ οὖσαν. εἰ γοῦν ἐθελήσαις νεανίσκῳ τινὶ τῶν ἰσχνῶν καὶ θερµῶν ὥρᾳ θέρους µήτ’ ἀργῶς βεβιωκότι µήτ’ ἐν πλησµονῇ φλέγµατος ἀγωγὸν δοῦναι φάρµακον, ὀλίγιστον µὲν καὶ µετὰ βίας πολλῆς ἐκκενώσεις τοῦ χυµοῦ, βλάψεις δ’ ἐσχάτως τὸν ἄνθρωπον· ἔµπαλιν δ’ εἰ χολαγωγὸν δοίης, καὶ πάµπολυ κενώσεις καὶ βλάψεις οὐδέν. ἆρ’ ἀπιστοῦµεν ἔτι τῷ µὴ οὐχ ἕκαστον τῶν φαρµάκων ἐπάγεσθαι τὸν οἰκεῖον ἑαυτῷ χυµόν; ἴσως φήσουσιν οἱ ἀπ’ ᾿Ασκληπιάδου, µᾶλλον δ’ οὐκ ἴσως, ἀλλὰ πάντως ἀπιστεῖν ἐροῦσιν, ἵνα µὴ προδῶσι τὰ φίλτατα.

14. Πάλιν οὖν καὶ ἡµεῖς ἐφ’ ἑτέραν µεταβῶµεν ἀδολεσχίαν· οὐ γὰρ ἐπιτρέπουσιν οἱ σοφισταὶ τῶν ἀξίων τι ζητηµάτων προχειρίζεσθαι καίτοι παµπόλλων ὑπαρχόντων, ἀλλὰ κατατρίβειν ἀναγκάζουσι τὸν χρόνον εἰς τὴν τῶν σοφισµάτων, ὧν προβάλλουσι, λύσιν. τίς οὖν ἡ ἀδολεσχία; ἡ ἔνδοξος αὕτη καὶ πολυθρύλητος λίθος ἡ τὸν σίδηρον ἐπισπωµένη. τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν ἐπισπάσαιτο πιστεύειν εἶναί τινας ἐν ἑκάστῳ τῶν σωµάτων ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάµεις. ᾿Επίκουρος µὲν οὖν καίτοι παραπλησίοις ᾿Ασκληπιάδῃ στοιχείοις πρὸς τὴν φυσιολογίαν χρώµενος ὅµως ὁµολο-γεῖ, πρὸς µὲν τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἕλκεσθαι, πρὸς δὲ τῶν ἠλέκτρων τὰ κυρήβια καὶ πειρᾶταί γε καὶ τὴν αἰτίαν ἀποδιδόναι τοῦ φαινοµένου. τὰς γὰρ ἀπορρεούσας ἀτόµους ἀπὸ τῆς λίθου ταῖς ἀπορρεούσαις ἀπὸ τοῦ σιδήρου τοῖς σχήµασιν οἰκείας εἶναί φησιν, ὥστε περιπλέκεσθαι ῥᾳδίως. προσκρουούσας οὖν αὐτὰς τοῖς συγκρίµασιν ἑκατέροις τῆς τε λίθου καὶ τοῦ σιδήρου κἄπειτ’ εἰς τὸ µέσον ἀποπαλλοµένας οὕτως ἀλλήλαις τε περιπλέκεσθαι καὶ συνεπισπᾶσθαι τὸν σίδηρον. τὸ µὲν οὖν τῶν ὑποθέσεων εἰς τὴν αἰτιολογίαν ἀπίθανον ἄντικρυς δῆλον, ὅµως δ’ οὖν ὁµολογεῖ τὴν ὁλκήν. καὶ οὕτω γε καὶ κατὰ τὰ σώµατα τῶν ζῴων φησὶ γίγνεσθαι τάς τ’ ἀναδόσεις καὶ τὰς διακρίσεις τῶν περιττωµάτων καὶ τὰς τῶν καθαιρόντων φαρµάκων ἐνεργείας. ᾿Ασκληπιάδης δὲ τό τε τῆς εἰρηµένης αἰτίας ἀπίθανον ὑπιδόµενος καὶ µηδεµίαν ἄλλην ἐφ’ οἷς ὑπέθετο στοιχείοις ἐξευρίσκων πιθανὴν ἐπὶ τὸ µηδ’ ὅλως ἕλκεσθαι λέγειν ὑπὸ µηδενὸς µηδὲν ἀναισχυντήσας ἐτράπετο, δέον, εἰ µήθ’ οἷς ᾿Επίκουρος εἶπεν ἠρέσκετο µήτ’ ἄλλα βελτίω λέγειν εἶχεν, ἀποστῆναι τῶν ὑποθέσεων καὶ τήν τε φύσιν εἰπεῖν τεχνικὴν καὶ τὴν οὐσίαν τῶν ὄντων ἑνουµένην τε πρὸς ἑαυτὴν ἀεὶ καὶ ἀλλοιουµένην ὑπὸ τῶν ἑαυτῆς µορίων εἰς ἄλληλα δρώντων τε καὶ πασχόντων. εἰ γὰρ ταῦθ’ ὑπέθετο, χαλεπὸν οὐδὲν ἦν τὴν τεχνικὴν ἐκείνην φύσιν ὁµολογῆσαι δυνάµεις ἔχειν ἐπισπαστικὴν µὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων. οὐ γὰρ δι’ ἄλλο τί γ’ ἦν αὐτῇ τὸ τεχνικῇ τ’ εἶναι καὶ τοῦ ζῴου διασωστικῇ καὶ τῶν νοσηµάτων κριτικῇ παρὰ τὸ προσίεσθαι µὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον. ἀλλ’ ᾿Ασκληπιάδης κἀνταῦθα τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς αἷς ὑπέθετο συνεῖδεν, οὐ µὴν τήν γε πρὸς τὸ φαινόµενον ἐναργῶς ᾐδέσθη µάχην, ἀλλ’ ὁµόσε χωρεῖ καὶ περὶ τούτου πᾶσιν οὐκ ἰατροῖς µόνον ἀλλ’ ἤδη καὶ τοῖς ἄλλοις ἀνθρώποις οὔτε κρίσιν εἶναί τινα λέγων οὔθ’ ἡµέραν κρίσιµον οὔθ’ ὅλως οὐδὲν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πραγµατεύσασθαι τὴν φύσιν. ἀεὶ γὰρ τὸ µὲν ἀκόλουθον φυλάττειν βούλεται, τὸ δ’ ἐναργῶς φαινόµενον ἀνατρέπειν ἔµπαλιν ᾿Επικούρῳ. τιθεὶς γὰρ ἐκεῖνος ἀεὶ τὸ φαινόµενον αἰτίαν αὐτοῦ ψυχρὰν ἀποδίδωσι. τὰ γὰρ ἀποπαλλόµενα σµικρὰ σώµατα τῆς ἡρακλείας λίθου τοιούτοις ἑτέροις περιπλέκεσθαι µορίοις τοῦ σιδήρου κἄπειτα διὰ τῆς περιπλοκῆς ταύτης µηδαµοῦ φαινοµένης ἐπισπᾶσθαι βαρεῖαν οὕτως οὐσίαν οὐκ οἶδ’ ὅπως ἄν τις πεισθείη. καὶ γὰρ εἰ τοῦτο συγχωρήσοµεν, τό γε τῷ σιδήρῳ πάλιν ἕτερον προστεθέν τι συνάπτεσθαι τὴν αὐτὴν αἰτίαν οὐκέτι προσίεται. τί γὰρ ἐροῦµεν; ἢ δηλαδὴ τῶν ἀπορρεόντων τῆς λίθου µορίων ἔνια µὲν προσκρούσαντα τῷ σιδήρῳ πάλιν ἀποπάλλεσθαι καὶ ταῦτα µὲν εἶναι, δι’ ὧν κρεµάννυσθαι συµβαίνει τὸν σίδηρον, τὰ δ’ εἰς αὐτὸν εἰσδυόµενα διὰ τῶν κενῶν πόρων διεξέρχεσθαι τάχιστα κἄπειτα τῷ παρακειµένῳ σιδήρῳ προσκρούοντα µήτ’ ἐκεῖνον διαδῦναι δύνασθαι, καίτοι τόν γε πρῶτον διαδύντα, παλινδροµοῦντα δ’ αὖθις ἐπὶ τὸν πρότερον ἑτέρας αὖθις ἐργάζεσθαι ταῖς προτέραις ὁµοίας περιπλοκάς; ἐναργῶς γὰρ ἐνταῦθα τὸ ληρῶδες τῆς αἰτίας ἐλέγχεται. γραφεῖα γοῦν οἶδά ποτε σιδηρᾶ πέντε κατὰ τὸ συνεχὲς ἀλλήλοις συναφθέντα, τοῦ πρώτου µὲν µόνου τῆς λίθου ψαύσαντος, ἐξ ἐκείνου δ’ εἰς τἆλλα τῆς δυνάµεως διαδοθείσης· καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς, εἰ µὲν τῷ κάτω τοῦ γραφείου πέρατι προσάγοις ἕτερον, ἔχεταί τε καὶ συνάπτεται καὶ κρέµαται τὸ προσενεχθέν· εἰ δ’ ἄλλῳ τινὶ µέρει τῶν πλαγίων προσθείης, οὐ συνάπτεται. πάντη γὰρ ὁµοίως ἡ τῆς λίθου διαδίδοται δύναµις, εἰ µόνον ἅψαιτο κατά τι τοῦ πρώτου γραφείου. καὶ µέντοι κἀκ τούτου πάλιν εἰς τὸ δεύτερον ὅλον ἡ δύναµις ἅµα νοήµατι διαρρεῖ κἀξ ἐκείνου πάλιν εἰς τὸ τρίτον ὅλον. εἰ δὴ νοήσαις σµικράν τινα λίθον ἡρακλείαν ἐν οἴκῳ τινὶ κρεµαµένην, εἶτ’ ἐν κύκλῳ ψαύοντα πάµπολλα σιδήρια κἀκείνων πάλιν ἕτερα κἀκείνων ἄλλα καὶ τοῦτ’ ἄχρι πλείονος, ἅπαντα δήπου πίµπλασθαι δεῖ τὰ σιδήρια τῶν ἀπορρεόντων τῆς λίθου σωµάτων. καὶ κινδυνεύει διαφορηθῆναι τὸ σµικρὸν ἐκεῖνο λιθίδιον εἰς τὰς ἀπορροὰς διαλυθέν. καίτοι, κἂν εἰ µηδὲν παρακέοιτ’ αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται, µάλιστ’ εἰ καὶ θερµὸς ὑπάρχοι. ναί, φησί, σµικρὰ γὰρ αὐτὰ χρὴ πάνυ νοεῖν, ὥστε τῶν ἐµφεροµένων τῷ ἀέρι ψηγµάτων τούτων δὴ τῶν σµικροτάτων ἐκείνων ἔνια µυριοστὸν εἶναι µέρος. εἶτ’ ἐξ οὕτω σµικρῶν τολµᾶτε λέγειν κρεµάννυσθαι βάρη τηλικαῦτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν µυριοστόν ἐστι µέρος τῶν ἐν τῷ ἀέρι φεροµένων ψηγµάτων, πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστροειδές, ᾧ περιπλέκεται πρὸς ἄλληλα; πάντως γὰρ δήπου τοῦτο σµικρότατόν ἐστιν ὅλου τοῦ ψήγµατος. εἶτα µικρὸν µικρῷ, κινούµενον κινουµένῳ περιπλακὲν οὐκ εὐθὺς ἀποπάλλεται. καὶ γὰρ δὴ καὶ ἄλλ’ ἄττα πάντως αὐτοῖς, τὰ µὲν ἄνωθεν, τὰ δὲ κάτωθεν, καὶ τὰ µὲν ἔµπροσθεν, τὰ δ’ ὄπισθεν, τὰ δ’ ἐκ τῶν δεξιῶν, τὰ δ’ ἐκ τῶν ἀριστερῶν ἐκρηγνύµενα σείει τε καὶ βράττει καὶ µένειν οὐκ ἐᾷ. καὶ µέντοι καὶ πολλὰ χρὴ νοεῖν ἐξ ἀνάγκης ἕκαστον ἐκείνων τῶν σµικρῶν σωµάτων ἔχειν ἀγκιστρώδη πέρατα. δι’ ἑνὸς µὲν γὰρ ἀλλήλοις συνάπτεται, δι’ ἑτέρου δ’ ἑνὸς τοῦ µὲν ὑπερκειµένου τῇ λίθῳ, τοῦ δ’ ὑποκειµένου τῷ σιδήρῳ. εἰ γὰρ ἄνω µὲν ἐξαφθείη τῆς λίθου, κάτω δὲ τῷ σιδήρῳ µὴ συµπλακείη, πλέον οὐδέν. ὥστε τοῦ µὲν ὑπερκειµένου τὸ ἄνω µέρος ἐκκρέµασθαι χρὴ τῆς λίθου, τοῦ δ’ ὑποκειµένου τῷ κάτω πέρατι συνῆφθαι τὸν σίδηρον. ἐπεὶ δὲ κἀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως που κἀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ µέµνησό µοι πρὸ πάντων, ὅπως ὄντα σµικρὰ τὰς τοιαύτας καὶ τοσαύτας ἀποφύσεις ἔχει. καὶ τούτου µᾶλλον ἔτι [µέµνησο], πῶς, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅµα µὲν διεξέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σµικρὰ καὶ ληρώδη ψήγµατα, ἅµα δ’ ἀποπάλλεσθαι τοῦ µετ’ αὐτὸ τεταγµένου, καίτοι κατὰ πᾶν ὁµοίου τὴν φύσιν ὑπάρχοντος. οὐδὲ γὰρ ἡ τοιαύτη πάλιν ὑπόθεσις ἄτολµος, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, µακρῷ τῶν ἔµπροσθεν ἀναισχυντοτέρα, πέντε σιδηρίων ὁµοίων ἀλλήλοις ἐφεξῆς τεταγµένων διὰ τοῦ πρώτου διαδυόµενα ῥᾳδίως τῆς λίθου τὰ µόρια κατὰ τὸ δεύτερον ἀποπάλλεσθαι καὶ µὴ διὰ τούτου κατὰ τὸν αὐτὸν τρόπον ἑτοίµως διεξέρχεσθαι. καὶ µὴν ἑκατέρως ἄτοπον. εἰ µὲν γὰρ ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον ὠκέως διεξέρχεται; εἰ δ’ οὐκ ἀποπάλλεται, πῶς κρεµάννυται τὸ δεύτερον ἐκ τοῦ πρώτου; τὴν γὰρ ἀπόπαλσιν αὐτὸς ὑπέθετο δηµιουργὸν τῆς ὁλκῆς. ἀλλ’, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν ἀναγκαῖον ἐµπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι διαλέγηται. σύντοµον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν ἀπαλλάττεσθαι βούλοµαι. τοῖς [γὰρ] ᾿Ασκληπιάδου γράµµασιν εἴ τις ἐπιµελῶς ὁµιλήσειε, τήν τε πρὸς τὰς ἀρχὰς ἀκολουθίαν τῶν τοιούτων δογµάτων ἀκριβῶς ἂν ἐκµάθοι καὶ τὴν πρὸς τὰ φαινόµενα µάχην. ὁ µὲν οὖν ᾿Επίκουρος τὰ φαινόµενα φυλάττειν βουλόµενος ἀσχηµονεῖ φιλοτιµούµενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁµολογοῦντα· ὁ δ’ ᾿Ασκληπιάδης τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει, τοῦ φαινοµένου δ’ οὐδὲν αὐτῷ µέλει. ὅστις οὖν βούλεται τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ µὲν πρὸς ᾿Ασκληπιάδην ὁ λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόµενον ὑποµιµνησκέτω µάχης· εἰ δὲ πρὸς ᾿Επίκουρον, τῆς πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δ’ ἄλλαι σχεδὸν αἱρέσεις αἱ τῶν ὁµοίων ἀρχῶν ἐχόµεναι τελέως ἀπέσβησαν, αὗται δ’ ἔτι µόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ µὲν ᾿Ασκληπιάδου Μηνόδοτος ὁ ἐµπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν τε πρὸς τὰ φαινόµενα µάχην ὑποµιµνήσκων αὐτὸν καὶ τὴν πρὸς ἄλληλα· τὰ δ’ ᾿Επικούρου πάλιν ὁ ᾿Ασκληπιάδης ἐχόµενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται φροντίζων. ἀλλ’ οἱ νῦν ἄνθρωποι, πρὶν καὶ ταύτας ἐκµαθεῖν τὰς αἱρέσεις καὶ τὰς ἄλλας τὰς βελτίους κἄπειτα χρόνῳ πολλῷ κρῖναί τε καὶ βασανίσαι τὸ καθ’ ἑκάστην αὐτῶν ἀληθές τε καὶ ψεῦδος, οἱ µὲν ἰατροὺς ἑαυτούς, οἱ δὲ φιλοσόφους ὀνοµάζουσι µηδὲν εἰδότες. οὐδὲν οὖν θαυµαστὸν ἐπίσης τοῖς ἀληθέσι τὰ ψευδῆ τετιµῆσθαι. ὅτῳ γὰρ ἂν ἕκαστος πρώτῳ περιτύχῃ διδασκάλῳ, τοιοῦτος ἐγένετο, µὴ περιµείνας µηδὲν ἔτι παρ’ ἄλλου µαθεῖν. ἔνιοι δ’ αὐτῶν, εἰ καὶ πλείοσιν ἐντύχοιεν, ἀλλ’ οὕτω γ’ εἰσὶν ἀσύνετοί τε καὶ βραδεῖς τὴν διάνοιαν, ὥστε καὶ γεγηρακότες οὔπω συνιᾶσιν ἀκολουθίαν λόγου. πάλαι δὲ τοὺς τοιούτους ἐπὶ τὰς βαναύσους ἀπέλυον τέχνας. ἀλλὰ ταῦτα µὲν ἐς ὅ τι τελευτήσει θεὸς οἶδεν. ἡµεῖς δ’ ἐπειδή, καίτοι φεύγοντες ἀντιλέγειν τοῖς ἐν αὐταῖς ταῖς ἀρχαῖς εὐθὺς ἐσφαλµένοις, ὅµως ἠναγκάσθηµεν ὑπ’ αὐτῆς τῶν πραγµάτων τῆς ἀκολουθίας εἰπεῖν τινα καὶ διαλεχθῆναι πρὸς αὐτούς, ἔτι καὶ τοῦτο προσθήσοµεν τοῖς εἰρηµένοις, ὡς οὐ µόνον τὰ καθαίροντα φάρµακα πέφυκεν ἐπισπᾶσθαι τὰς οἰκείας ποιότητας ἀλλὰ καὶ τὰ τοὺς σκόλοπας ἀνάγοντα καὶ τὰς τῶν βελῶν ἀκίδας εἰς πολὺ βάθος σαρκὸς ἐµπεπαρµένας ἐνίοτε. καὶ µέντοι καὶ ὅσα τοὺς ἰοὺς τῶν θηρίων ἢ τοὺς ἐµπεφαρµαγµένους τοῖς βέλεσιν ἀνέλκει, καὶ ταῦτα τὴν αὐτὴν ταῖς ἡρακλείαις λίθοις ἐπιδείκνυται δύναµιν. ἔγωγ’ οὖν οἶδά ποτε καταπεπαρµένον ἐν ποδὶ νεανίσκου σκόλοπα τοῖς µὲν δακτύλοις ἕλκουσιν ἡµῖν βιαίως οὐκ ἀκολουθήσαντα, φαρµάκου δ’ ἐπιτεθέντος ἀλύπως τε καὶ διὰ ταχέων ἀνελθόντα. καίτοι καὶ πρὸς τοῦτό τινες ἀντιλέγουσι φάσκοντες, ὅταν ἡ φλεγµονὴ λυθῇ τοῦ µέρους, αὐτόµατον ἐξιέναι τὸν σκόλοπα πρὸς οὐδενὸς ἀνελκόµενον. ἀλλ’ οὗτοί γε πρῶτον µὲν ἀγνοεῖν ἐοίκασιν, ὡς ἄλλα µέν ἐστι φλεγµονῆς, ἄλλα δὲ τῶν οὕτω καταπεπαρµένων ἑλκτικὰ φάρµακα· καίτοι γ’ εἴπερ ἀφλεγµάντων γενοµένων ἐξεκρίνετο τὰ παρὰ φύσιν, ὅσα φλεγµονῆς ἐστι λυτικά, ταῦτ’ εὐθὺς ἂν ἦν κἀκείνων ἑλκτικά· δεύτερον δ’, ὃ καὶ µᾶλλον ἄν τις θαυµάσειεν, ὡς οὐ µόνον ἄλλα µὲν τοὺς σκόλοπας, ἄλλα δὲ τοὺς ἰοὺς ἐξάγει φάρµακα, ἀλλὰ καὶ αὐτῶν τῶν τοὺς ἰοὺς ἑλκόντων τὰ µὲν τὸν τῆς ἐχίδνης, τὰ δὲ τὸν τῆς τρυγόνος, τὰ δ’ ἄλλου τινὸς ἐπισπᾶται καὶ σαφῶς ἔστιν ἰδεῖν τοῖς φαρµάκοις ἐπικειµένους αὐτούς. ἐνταῦθ’ οὖν [πάλιν] ᾿Επίκουρον µὲν ἐπαινεῖν χρὴ τῆς πρὸς τὸ φαινόµενον αἰδοῦς, µέµφεσθαι δὲ τὸν λόγον τῆς αἰτίας. ὃν γὰρ ἡµεῖς ἕλκοντες τοῖς δακτύλοις οὐκ ἀνηγάγοµεν σκόλοπα, τοῦτον ὑπὸ τῶν σµικρῶν ἐκείνων ἀνέλκεσθαι ψηγµάτων, πῶς οὐ παντάπασιν ἄτοπον εἶναι χρὴ νοµίζειν; ἆρ’ οὖν ἤδη πεπείσµεθα τῶν ὄντων ἑκάστῳ δύναµίν τιν’ ὑπάρχειν, ᾗ τὴν οἰκείαν ἕλκει ποιότητα, τὸ µὲν µᾶλλον, τὸ δ’ ἧττον; ἢ καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγµα προχειρισόµεθα τῷ λόγῳ; φανήσονται γὰρ οἶµαι καὶ τῶν γεωργῶν αὐτῶν ἀµαθέστεροι [καὶ ἀνοητότεροι] περὶ τὴν φύσιν οἱ µηδὲν ὅλως ὑπὸ µηδενὸς ἕλκεσθαι συγχωροῦντες· ὡς ἔγωγε πρῶτον µὲν ἀκούσας τὸ γιγνόµενον ἐθαύµασα καὶ αὐτὸς ἠβουλήθην αὐτόπτης αὐτοῦ καταστῆναι. µετὰ ταῦτα δέ, ὡς καὶ τὰ τῆς πείρας ὡµολόγει, τὴν αἰτίαν σκοπούµενος ἐν παµπόλλῳ χρόνῳ κατὰ πάσας τὰς αἱρέσεις οὐδεµίαν ἄλλην εὑρεῖν οἷός τ’ ἦν οὐδ’ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν ἀλλὰ καταγελάστους τε καὶ σαφῶς ἐξελεγχοµένας τὰς ἄλλας ἁπάσας πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης. ἔστι δὲ τὸ γιγνόµενον τοιόνδε. κατακοµίζοντες οἱ παρ’ ἡµῖν γεωργοὶ τοὺς ἐκ τῶν ἀγρῶν πυροὺς εἰς τὴν πόλιν ἐν ἁµάξαις τισίν, ὅταν ὑφελέσθαι βουληθῶσιν, ὥστε µὴ φωραθῆναι, κεράµι’ ἄττα πληρώσαντες ὕδατος µέσοις αὐτοῖς ἐνιστᾶσιν. ἕλκοντες οὖν ἐκεῖνοι διὰ τοῦ κεραµίου τὸ ὑγρὸν εἰς αὑτοὺς ὄγκον µὲν καὶ βάρος προσκτῶνται, κατάδηλοι δ’ οὐ πάνυ γίγνονται τοῖς ὁρῶσιν, εἰ µή τις προπεπυσµένος ἤδη περιεργότερον ἐπισκοποῖτο. καίτοι γ’ εἰ βουληθείης ἐν ἡλίῳ καταθεῖναι πάνυ θερµῷ ταὐτὸν ἀγγεῖον, ἐλάχιστον παντελῶς εὑρήσεις τὸ δαπανώµενον ἐφ’ ἑκάστης ἡµέρας. οὕτως ἄρα καὶ τῆς ἡλιακῆς θερµασίας τῆς σφοδρᾶς ἰσχυροτέραν οἱ πυροὶ δύναµιν ἔχουσιν ἕλκειν εἰς ἑαυτοὺς τὴν πλησιάζουσαν ὑγρότητα. λῆρος οὖν ἐνταῦθα µακρὸς ἡ πρὸς τὸ λεπτοµερὲς φορὰ τοῦ περιέχοντος ἡµᾶς ἀέρος καὶ µάλισθ’ ὅταν ἱκανῶς ᾖ θερµός, πολὺ µὲν ὑπάρχοντος ἢ κατὰ τοὺς πυροὺς λεπτοµερεστέρου, δεχοµένου δ’ οὐδὲ τὸ δέκατον µέρος τῆς εἰς ἐκείνους µεταλαµβανοµένης ὑγρότητος.

15. ᾿Επεὶ δ’ ἱκανῶς ἠδολεσχήσαµεν οὐχ ἑκόντες, ἀλλ’, ὡς ἡ παροιµία φησί, µαινοµένοις ἀναγκασθέντες συµµανῆναι, πάλιν ἐπὶ τὴν τῶν οὔρων ἐπανέλθωµεν διάκρισιν, ἐν ᾗ τῶν µὲν ᾿Ασκληπιάδου λήρων ἐπιλαθώµεθα, µετὰ δὲ τῶν πεπεισµένων διηθεῖσθαι τὰ οὖρα διὰ τῶν νεφρῶν, τίς ὁ τρόπος τῆς ἐνεργείας ἐστίν, ἐπισκεψώµεθα· πάντως γὰρ ἢ ἐξ αὑτῶν ἐπὶ τοὺς νεφροὺς φέρεται τὰ οὖρα τοῦτο βέλτιον εἶναι νοµίζοντα, καθάπερ ἡµεῖς, ὁπόταν εἰς τὴν ἀγορὰν ἀπίωµεν· ἤ, εἰ τοῦτ’ ἀδύνατον, ἕτερόν τι χρὴ τῆς φορᾶς αὐτῶν ἐξευρεῖν αἴτιον. τί δὴ τοῦτ’ ἔστιν; εἰ γὰρ µὴ τοῖς νεφροῖς δώσοµέν τινα δύναµιν ἑλκτικὴν τῆς τοιαύτης ποιότητος, ὡς ῾Ιπποκράτης ἐνόµιζεν, οὐδὲν ἕτερον ἐξευρήσοµεν. ὅτι µὲν γὰρ ἤτοι τούτους ἕλκειν αὐτὸ προσῆκεν ἢ τὰς φλέβας πέµπειν, εἴπερ γε µὴ ἐξ ἑαυτοῦ φέρεται, παντί που δῆλον. ἀλλ’ εἰ µὲν αἱ φλέβες περιστελλόµεναι προωθοῖεν, οὐκ ἐκεῖνο µόνον, ἀλλὰ σὺν αὐτῷ καὶ τὸ πᾶν αἷµα τὸ περιεχόµενον ἐν ἑαυταῖς εἰς τοὺς νεφροὺς ἐκθλίψουσιν· εἰ δὲ τοῦτ’ ἀδύνατον, ὡς δείξοµεν, λείπεται τοὺς νεφροὺς ἕλκειν. πῶς οὖν ἀδύνατον τοῦτο; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει. οὐ γὰρ δὴ οὕτω γ’ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώµασιν ἔν τε τῇ ῥινὶ καὶ κατὰ τὴν ὑπερῴαν οἱ τοῖς ἠθµοῖς ὅµοιοι πόροι, ἀλλ’ ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ µήν, εἴπερ ὁµοίως τοῖς ἠθµοῖς ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀρρῶδες, τοῦτο µὲν ἑτοίµως διαπέµπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν, ἅπαν ἐπ’ αὐτοὺς ἰέναι χρὴ τὸ αἷµα τὸ περιεχόµενον ἐν τῇ κοίλῃ φλεβί, καθάπερ εἰς τοὺς τρυγητοὺς ὁ πᾶς οἶνος ἐµβάλλεται. καὶ µέν γε καὶ τὸ τοῦ γάλακτος τοῦ τυρουµένου παράδειγµα σαφῶς ἄν, ὃ βούλοµαι λέγειν, ἐνδείξαιτο. καὶ γὰρ καὶ τοῦτο πᾶν ἐµβληθὲν εἰς τοὺς ταλάρους οὐ πᾶν διηθεῖται, ἀλλ’ ὅσον µὲν ἂν ᾖ λεπτότερον τῆς εὐρύτητος τῶν πλοκάµων, εἰς τὸ κάταντες φέρεται καὶ τοῦτο µὲν ὀρρὸς ἐπονοµάζεται· τὸ λοιπὸν δὲ τὸ παχὺ τὸ µέλλον ἔσεσθαι τυρός, ὡς ἂν οὐ παραδεχοµένων αὐτὸ τῶν ἐν τοῖς ταλάροις πόρων, οὐ διεκπίπτει κάτω. καὶ τοίνυν, εἴπερ οὕτω µέλλει διηθεῖσθαι τῶν νεφρῶν ὁ τοῦ αἵµατος ὀρρός, ἅπαν ἐπ’ αὐτοὺς ἥκειν χρὴ τὸ αἷµα καὶ µὴ τὸ µὲν ναί, τὸ δ’ οὔ. πῶς οὖν ἔχει τὸ φαινόµενον ἐκ τῆς ἀνατοµῆς; τὸ µὲν ἕτερον µέρος τῆς κοίλης ἄνω πρὸς τὴν καρδίαν ἀναφέρεται, τὸ λοιπὸν δ’ ἐπιβαίνει τῇ ῥάχει καθ’ ὅλης αὐτῆς ἐκτεινόµενον ἄχρι τῶν σκελῶν, ὥστε τὸ µὲν ἕτερον οὐδ’ ἐγγὺς ἀφικνεῖται τῶν νεφρῶν, τὸ λοιπὸν δὲ πλησιάζει µέν, οὐ µὴν εἰς αὐτούς γε καταφύεται. ἐχρῆν δ’, εἴπερ ἔµελλεν ὡς δι’ ἠθµῶν αὐτῶν καθαρθήσεσθαι τὸ αἷµα, πᾶν ἐµπίπτειν εἰς αὐτοὺς κἄπειτα κάτω µὲν φέρεσθαι τὸ λεπτόν, ἴσχεσθαι δ’ ἄνω τὸ παχύ. νυνὶ δ’ οὐχ οὕτως ἔχει· πλάγιοι γὰρ ἑκατέρωθεν τῆς κοίλης φλεβὸς οἱ νεφροὶ κεῖνται. οὔκουν ὡς ἠθµοὶ διηθοῦσι, πεµπούσης µὲν ἐκείνης, αὐτοὶ δ’ οὐδεµίαν εἰσφερόµενοι δύναµιν, ἀλλ’ ἕλκουσι δηλονότι· τοῦτο γὰρ ἔτι λείπεται. πῶς οὖν ἕλκουσιν; εἰ µέν, ὡς ᾿Επίκουρος οἴεται τὰς ὁλκὰς ἁπάσας γίγνεσθαι κατὰ τὰς τῶν ἀτόµων ἀποπάλσεις τε καὶ περιπλοκάς, ἄµεινον ἦν ὄντως εἰπεῖν αὐτοὺς µηδ’ ἕλκειν ὅλως· πολὺ γὰρ ἂν οὕτω γε τῶν ἐπὶ τῆς ἡρακλείας λίθου µικρῷ πρόσθεν εἰρηµένων ὁ λόγος ἐξεταζόµενος εὑρεθείη γελοιότερος· ἀλλ’ ὡς῾Ιπποκράτης ἠβούλετο. λεχθήσεται δὲ σαφέστερον ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ γὰρ οὐ τοῦτο πρόκειται διδάσκειν, ἀλλ’ ὡς οὔτ’ ἄλλο τι δυνατὸν εἰπεῖν αἴτιον εἶναι τῆς τῶν οὔρων διακρίσεως πλὴν τῆς ὁλκῆς τῶν νεφρῶν οὔθ’ οὕτω γίγνεσθαι τὴν ὁλκήν, ὡς οἱ µηδεµίαν οἰκείαν διδόντες τῇ φύσει δύναµιν οἴονται γίγνεσθαι. τούτου γὰρ ὁµολογηθέντος, ὡς ἔστιν ὅλως τις ἐν τοῖς ὑπὸ φύσεως διοικουµένοις δύναµις ἑλκτική, ληρώδης νοµίζοιτ’ ἂν ὁ περὶ ἀναδόσεως τροφῆς ἄλλο τι λέγειν ἐπιχειρῶν.

16. ᾿Ερασίστρατος δ’ οὐκ οἶδ’ ὅπως ἑτέραις µέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ µακρῶν, ὑπερέβη δὲ τελέως τὴν ῾Ιπποκράτους, οὐδ’ ἄχρι τοῦ µνηµονεῦσαι µόνον αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν ἐκείνοις µὲν γὰρ ἄχρι τοσούτου φαίνεται µνηµονεύων, ὡς τοὔνοµ’ εἰπεῖν τῆς ὁλκῆς µόνον ὧδέ πως γράφων· “ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι”· περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούµενος οὐδ’ ἄχρι συλλαβῆς µιᾶς ἐµνηµόνευσε τῆς ῾Ιπποκρατείου δόξης. καίτοι γ’ ἐπήρκεσεν ἂν ἡµῖν, εἰ καὶ τοῦτ’ ἔγραψε µόνον, ὡς ῾Ιπποκράτης εἰπὼν ‘σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν’ ψεύδεται· οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτ’ ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι µήτρας αἰτιώµενος ἄρρωστον αὐχένα κακῶς εἶπεν “οὐ γὰρ δύναται αὐτέης ὁ στόµαχος εἰρύσαι τὴν γονήν” ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν ὁ ᾿Ερασίστρατος ἠξίωσε, τότ’ ἂν καὶ ἡµεῖς πρὸς αὐτὸν ἀπολογούµενοι εἴποµεν· ὦ γενναῖε, µὴ ῥητορικῶς ἡµῶν κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλ’ εἰπέ τινα κατηγορίαν τοῦ δόγµατος, ἵν’ ἢ πεισθῶµέν σοι ὡς καλῶς ἐξελέγχοντι τὸν παλαιὸν λόγον ἢ µεταπείσωµεν ὡς ἀγνοοῦντα. καίτοι τί λέγω ῥητορικῶς; µὴ γάρ, ἐπειδή τινες τῶν ῥητόρων, ἃ µάλιστ’ ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ’ ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡµεῖς ἡγώµεθ’ εἶναι τὸ ῥητορικῶς· τὸ γὰρ διὰ λόγου πιθανοῦ ἐστι τὸ ῥητορικῶς, τὸ δ’ ἄνευ λόγου βωµολοχικόν, οὐ ῥητορικόν. οὔκουν οὔτε ῥητορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν ὁ ᾿Ερασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; ‘ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι’. πάλιν οὖν αὐτῷ παρ’ ἡµῶν ἀντιµαρτυρῶν ὁ αὐτὸς λόγος ἀντιπαραβαλλέσθω· περιστολὴ µὲν οὖν τοῦ στοµάχου οὐδεµία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ’ ἂν ἴσως εἴποι τις τῶν ἀπ’ αὐτοῦ· τὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ µερῶν συστελλοµένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡµεῖς, καὶ πῶς οὐ φαίνεται, φήσοµεν, ἡ τῆς κοιλίας ὁλκή; τὸ γὰρ ἀεὶ τῶν κάτωθεν µερῶν τοῦ στοµάχου διαστελλοµένων συστέλλεσθαι τὰ ἄνω πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν; εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη τὸ φαινόµενον τοῦτο µηδὲν µᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν ἀλλ’ ἀµφοτέρων εἶναι κοινόν, οὕτως ἂν ἤδη δείξαιµεν αὐτῷ τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως. ἀλλὰ περὶ µὲν τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάµεως ἐπὶ τῶν νεφρῶν ὡµολογηµένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ ᾿Ερασίστρατος οὔτ’ ἐµνηµόνευσεν οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως ἀπεφήνατο, τίν’ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως. ἢ διὰ τί προειπὼν εὐθὺς κατ’ ἀρχὰς τῶν καθ’ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τ’ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως, ὅτι µὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δ’ ὅπως γίγνεται παρέλιπε; µάτην οὖν ἡµᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώµατος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ µόρια, δι’ ὧν γίγνεται, τὸ δ’ ὅπως παραλιπεῖν. ἀλλὰ περὶ µὲν ἐκείνων εἶχε λέγειν, οὐ µόνον δι’ ὧν ὀργάνων ἀλλὰ καὶ καθ’ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶµαι καὶ περὶ τῆς ἀναδόσεως· οὐ γὰρ ἤρκεσεν εἰπεῖν αὐτῷ µόνον, ὅτι διὰ φλεβῶν, ἀλλὰ καὶ πῶς ἐπεξῆλθεν, ὅτι τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ· περὶ δὲ τῶν οὔρων τῆς διακρίσεως, ὅτι µὲν διὰ νεφρῶν γίγνεται, γράφει, τὸ δ’ ὅπως οὐκέτι προστίθησιν. οὐδὲ γὰρ οἶµαι τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ ἦν εἰπεῖν· οὕτω γὰρ ἂν οὐδεὶς ὑπ’ ἰσχουρίας ἀπέθανεν οὐδέποτε µὴ δυναµένου πλείονος ἐπιρρυῆναί ποτε παρὰ τὸ κενούµενον· ἄλλης γὰρ αἰτίας µηδεµιᾶς προστεθείσης, ἀλλὰ µόνης τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ποδηγούσης τὸ συνεχές, οὐκ ἐγχωρεῖ πλέον ἐπιρρυῆναί ποτε τοῦ κενουµένου. ἀλλ’ οὐδ’ ἄλλην τινὰ προσθεῖναι πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν ἔκθλιψιν τῆς γαστρός. ἀλλ’ αὕτη γ’ ἐπὶ τοῦ κατὰ τὴν κοίλην αἵµατος ἀπωλώλει τελέως, οὐ τῷ· µήκει µόνον τῆς ἀποστάσεως ἐκλυθεῖσα, ἀλλὰ καὶ τῷ τὴν καρδίαν ὑπερκειµένην ἐξαρπάζειν αὐτῆς σφοδρῶς καθ’ ἑκάστην διαστολὴν οὐκ ὀλίγον αἷµα. µόνη δή τις ἔτι καὶ πάντων ἔρηµος ἀπελείπετο τῶν σοφισµάτων ἐν τοῖς κάτω τῆς κοίλης ἡ πρὸς τὸ κενούµενον ἀκολουθία, διά τε τοὺς ἐπὶ ταῖς ἰσχουρίαις ἀποθνήσκοντας ἀπολωλεκυῖα τὴν πιθανότητα καὶ διὰ τὴν τῶν νεφρῶν θέσιν οὐδὲν ἧττον. εἰ µὲν γὰρ ἅπαν ἐπ’ αὐτοὺς ἐφέρετο τὸ αἷµα, δεόντως ἄν τις ἅπαν ἔφασκεν αὐτὸ καθαίρεσθαι. νυνὶ δέ, οὐ γὰρ ὅλον ἀλλὰ τοσοῦτον αὐτοῦ µέρος, ὅσον αἱ µέχρι νεφρῶν δέχονται φλέβες, ἐπ’ αὐτοὺς ἔρχεται, µόνον ἐκεῖνο καθαρθήσεται. καὶ τὸ µὲν ὀρρῶδες αὐτοῦ καὶ λεπτὸν οἷον δι’ ἠθµῶν τινων τῶν νεφρῶν διαδύσεται· τὸ δ’ αἱµατῶδές τε καὶ παχὺ κατὰ τὰς φλέβας ὑποµένον ἐµποδὼν στήσεται τῷ κατόπιν ἐπιρρέοντι. παλινδροµεῖν οὖν αὐτὸ πρότερον ἐπὶ τὴν κοίλην ἀναγκαῖον καὶ κενὰς οὕτως ἐργάζεσθαι τὰς ἐπὶ τοὺς νεφροὺς ἰούσας φλέβας, αἳ δεύτερον οὐκέτι παρακοµιοῦσιν ἐπ’ αὐτοὺς ἀκάθαρτον αἷµα· κατειληφότος γὰρ αὐτὰς τοῦ προτέρου πάροδος οὐδεµία λέλειπται. τίς οὖν ἡµῖν ἡ δύναµις ἀπάξει πάλιν ὀπίσω τῶν νεφρῶν τὸ καθαρὸν αἷµα; τίς δὲ τοῦτο µὲν διαδεξαµένη κελεύσει πάλιν πρὸς τὸ κάτω µέρος ἰέναι τῆς κοίλης, ἑτέρῳ δ’ ἄνωθεν ἐπιφεροµένῳ προστάξει, πρὶν ἐπὶ τοὺς νεφροὺς ἀπελθεῖν, µὴ φέρεσθαι κάτω; ταῦτ’ οὖν ἅπαντα συνιδὼν ὁ ᾿Ερασίστρατος ἀποριῶν µεστὰ καὶ µίαν µόνην δόξαν εὔπορον εὑρὼν ἐν ἅπασι τὴν τῆς ὁλκῆς, οὔτ’ ἀπορεῖσθαι βουλόµενος οὔτε τὴν [πρὸς] ῾Ιπποκράτους ἐθέλων λέγειν ἄµεινον ὑπέλαβε σιωπητέον εἶναι περὶ τοῦ τρόπου τῆς διακρίσεως. ἀλλ’ εἰ κἀκεῖνος ἐσίγησεν, ἡµεῖς οὐ σιωπήσοµεν· ἴσµεν γάρ, ὡς οὐκ ἐνδέχεται παρελθόντα τὴν ῾Ιπποκράτειον δόξαν, εἶθ’ ἕτερόν τι περὶ νεφρῶν ἐνεργείας εἰπόντα µὴ οὐ καταγέλαστον εἶναι παντάπασι. διὰ τοῦτ’ ᾿Ερασίστρατος µὲν ἐσιώπησεν, ᾿Ασκληπιάδης δ’ ἐψεύσατο παραπλησίως οἰκέταις λάλοις µὲν τὰ πρόσθεν τοῦ βίου καὶ πολλὰ πολλάκις ἐγκλήµατα διαλυσαµένοις ὑπὸ περιττῆς πανουργίας, ἐπ’ αὐτοφώρῳ δέ ποτε κατειληµµένοις, εἶτ’ οὐδὲν ἐξευρίσκουσι σόφισµα κἄπειτ’ ἐνταῦθα τοῦ µὲν αἰδηµονεστέρου σιωπῶντος, οἷον ἀποπληξίᾳ τινὶ κατειληµµένου, τοῦ δ’ ἀναισχυντοτέρου κρύπτοντος µὲν ἔθ’ ὑπὸ µάλης τὸ ζητούµενον, ἐξοµνυµένου δὲ καὶ µηδ’ ἑωρακέναι πώποτε φάσκοντος. οὕτω γάρ τοι καὶ ὁ ᾿Ασκληπιάδης ἐπιλειπόντων αὐτὸν τῶν τῆς πανουργίας σοφισµάτων καὶ µήτε τῆς πρὸς τὸ λεπτοµερὲς φορᾶς ἐχούσης ἔτι χώραν ἐνταυθοῖ ληρεῖσθαι µήθ’ ὡς ὑπὸ τῶν νεφρῶν γεννᾶται τουτὶ τὸ περίττωµα, καθάπερ ὑπὸ τῶν ἐν ἥπατι πόρων ἡ χολή, δυνατὸν ὂν εἰπόντα µὴ οὐ µέγιστον ὀφλεῖν γέλωτα, ἐξόµνυταί τε καὶ ψεύδεται φανερῶς, οὐ διήκειν λέγων ἐπὶ τοὺς νεφροὺς τὸ οὖρον ἀλλ’ ἀτµοειδῶς εὐθὺς ἐκ τῶν κατὰ τὴν κοίλην µερῶν εἰς τὴν κύστιν ἀθροίζεσθαι. οὗτοι µὲν οὖν τοῖς ἐπ’ αὐτοφώρῳ κατειληµµένοις οἰκέταις ὁµοίως ἐκπλαγέντες ὁ µὲν ἐσιώπησεν, ὁ δ’ ἀναισχύντως ψεύδεται.

17. Τῶν δὲ νεωτέρων ὅσοι τοῖς τούτων ὀνόµασιν ἑαυτοὺς ἐσέµνυναν ᾿Ερασιστρατείους τε καὶ ᾿Ασκληπιαδείους ἐπονοµάσαντες, ὁµοίως τοῖς ὑπὸ τοῦ βελτίστου Μενάνδρου κατὰ τὰς κωµῳδίας εἰσαγοµένοις οἰκέταις, Δάοις τέ τισι καὶ Γέταις, οὐδὲν ἡγουµένοις σφίσι πεπρᾶχθαι γενναῖον, εἰ µὴ τρὶς ἐξαπατήσειαν τὸν δεσπότην, οὕτω καὶ αὐτοὶ κατὰ πολλὴν σχολὴν ἀναίσχυντα σοφίσµατα συνέθεσαν, οἱ µέν, ἵνα µηδ’ ὅλως ἐξελεγχθείη ποτ’ ᾿Ασκληπιάδης ψευδόµενος, οἱ δ’, ἵνα κακῶς εἴπωσιν, ἃ καλῶς ἐσιώπησεν ᾿Ερασίστρατος. ἀλλὰ τῶν µὲν ᾿Ασκληπιαδείων ἅλις. οἱ δ’ ᾿Ερασιστράτειοι λέγειν ἐπιχειροῦντες, ὅπως οἱ νεφροὶ διηθοῦσι τὸ οὖρον, ἅπαντα δρῶσί τε καὶ πάσχουσι καὶ παντοῖοι γίγνονται πιθανὸν ἐξευρεῖν τι ζητοῦντες αἴτιον ὁλκῆς µὴ δεόµενον. οἱ µὲν δὴ πλησίον ᾿Ερασιστράτου τοῖς χρόνοις γενόµενοι τὰ µὲν ἄνω τῶν νεφρῶν µόρια καθαρὸν αἷµα λαµβάνειν φασί, τῷ δὲ βάρος ἔχειν τὸ ὑδατῶδες περίττωµα βρίθειν τε καὶ ὑπορρεῖν κάτω· διηθούµενον δ’ ἐνταῦθα κατὰ τοὺς νεφροὺς αὐτοὺς χρηστὸν οὕτω γενόµενον ἅπασι τοῖς κάτω τῶν νεφρῶν ἐπιπέµπεσθαι τὸ αἷµα. καὶ µέχρι γέ τινος εὐδοκίµησεν ἥδε ἡ δόξα καὶ ἤκµασε καὶ ἀληθὴς ἐνοµίσθη· χρόνῳ δ’ ὕστερον καὶ αὐτοῖς τοῖς ᾿Ερασιστρατείοις ὕποπτος ἐφάνη καὶ τελευτῶντες ἀπέστησαν αὐτῆς. αἰτεῖσθαι γὰρ ἐδόκουν δύο ταῦτα µήτε συγχωρούµενα πρός τινος ἀλλ’ οὐδ’ ἀποδειχθῆναι δυνάµενα, πρῶτον µὲν τὸ βάρος τῆς ὀρρώδους ὑγρότητος ἐν τῇ κοίλῃ [πρώτῃ] φλεβὶ γεννώµενον, ὥσπερ οὐκ ἐξ ἀρχῆς ὑπάρχον, ὁπότ’ ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνεφέρετο. τί δὴ οὖν οὐκ εὐθὺς ἐν ἐκείνοις τοῖς χωρίοις ὑπέρρει κάτω; πῶς δ’ ἄν τῳ δόξειεν εὐλόγως εἰρῆσθαι συντελεῖν εἰς τὴν ἀνάδοσιν ἡ ὑδατώδης ὑγρότης, εἴπερ οὕτως ἐστὶ βαρεῖα; δεύτερον δ’ ἄτοπον, ὅτι κἂν κάτω συγχωρηθῇ φέρεσθαι πᾶσα καὶ µὴ κατ’ ἄλλο χωρίον ἢ τὴν κοίλην φλέβα, τίνα τρόπον εἰς τοὺς νεφροὺς ἐµπεσεῖται, χαλεπόν, µᾶλλον δ’ ἀδύνατον εἰπεῖν, µήτ’ ἐν τοῖς κάτω µέρεσι κειµένων αὐτῶν τῆς φλεβὸς ἀλλ’ ἐκ τῶν πλαγίων µήτ’ ἐµφυοµένης εἰς αὐτοὺς τῆς κοίλης ἀλλ’ ἀπόφυσίν τινα µόνον εἰς ἑκάτερον πεµπούσης, ὥσπερ καὶ εἰς τἆλλα πάντα µόρια. τίς οὖν ἡ διαδεξαµένη ταύτην δόξα καταγνωσθεῖσαν; ἐµοὶ µὲν ἠλιθιωτέρα µακρῷ φαίνεται τῆς προτέρας. ἤκµασε δ’ οὖν καὶ αὕτη ποτέ. φασὶ γάρ, εἰ κατὰ τῆς γῆς ἐκχυθείη µεµιγµένον ἔλαιον ὕδατι, διάφορον ἑκάτερον ὁδὸν βαδιεῖσθαι καὶ ῥυήσεσθαι τὸ µὲν τῇδε, τὸ δὲ τῇδε. θαυµαστὸν οὖν οὐδὲν εἶναί φασιν, εἰ τὸ µὲν ὑδατῶδες ὑγρὸν εἰς τοὺς νεφροὺς ῥεῖ, τὸ δ’ αἷµα διὰ τῆς κοίλης φέρεται κάτω. κατέγνωσται οὖν ἤδη καὶ ἥδε ἡ δόξα. διὰ τί γὰρ ἀπὸ τῆς κοίλης µυρίων ἐκπεφυκυιῶν φλεβῶν αἷµα µὲν εἰς τὰς ἄλλας ἁπάσας, ἡ δ’ ὀρρώδης ὑγρότης εἰς τὰς ἐπὶ τοὺς νεφροὺς φεροµένας ἐκτρέπεται; τοῦτ’ αὐτὸ τὸ ζητούµενον οὐκ εἰρήκασιν, ἀλλὰ τὸ γιγνόµενον εἰπόντες µόνον οἴονται τὴν αἰτίαν ἀποδεδωκέναι. πάλιν οὖν, τὸ τρίτον τῷ σωτῆρι, τὴν χειρίστην ἁπασῶν δόξαν ἐξευρηµένην [δὲ] νῦν ὑπὸ Λύκου τοῦ Μακεδόνος, εὐδοκιµοῦσαν δὲ διὰ τὸ καινὸν ἤδη λέγωµεν. ἀπεφήνατο γὰρ δὴ ὁ Λύκος οὗτος, ὥσπερ ἐξ ἀδύτου τινὸς χρησµὸν ἀποφθεγγόµενος, περίττωµα τῆς τῶν νεφρῶν θρέψεως εἶναι τὸ οὖρον. ὅτι µὲν οὖν αὐτὸ τὸ πινόµενον ἅπαν οὖρον γίγνεται, πλὴν εἴ τι µετὰ τῶν διαχωρηµάτων ὑπῆλθεν ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν ἢ εἰς τὴν ἄδηλον διαπνοήν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν καθ’ ἑκάστην ἡµέραν οὐρουµένων. ἐν χειµῶνι δὲ µάλιστα µαθεῖν ἔστιν ἐπὶ τῶν ἀργούντων µέν, κωθωνιζοµένων δέ, καὶ µάλιστ’ εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριµος. οὐροῦσι γὰρ οὗτοι διὰ ταχέων ὀλίγου δεῖν, ὅσονπερ καὶ πίνουσιν. ὅτι δὲ καὶ ὁ ᾿Ερασίστρατος οὕτως ἐγίγνωσκεν, οἱ τὸ πρῶτον ἀνεγνωκότες αὐτοῦ σύγγραµµα τῶν καθόλου λόγων ἐπίστανται. ὥσθ’ ὁ Λύκος οὔτ’ ἀληθῆ φαίνεται λέγων οὔτ’ ᾿Ερασιστράτεια, δῆλον δ’ ὡς οὐδ’ ᾿Ασκληπιάδεια, πολὺ δὲ µᾶλλον οὐδ’ ῾Ιπποκράτεια. λευκῷ τοίνυν κατὰ τὴν παροιµίαν ἔοικε κόρακι µήτ’ αὐτοῖς τοῖς κόραξιν ἀναµιχθῆναι δυναµένῳ διὰ τὴν χρόαν µήτε ταῖς περιστεραῖς διὰ τὸ µέγεθος, ἀλλ’ οὔτι που τούτου γ’ ἕνεκα παροπτέος· ἴσως γάρ τι λέγει θαυµαστόν, ὃ µηδεὶς τῶν ἔµπροσθεν ἔγνω. τὸ µὲν οὖν ἅπαντα τὰ τρεφόµενα µόρια ποιεῖν τι περίττωµα συγχωρούµενον, τὸ δὲ τοὺς νεφροὺς µόνους, οὕτω σµικρὰ σώµατα, χόας ὅλους τέτταρας ἢ καὶ πλείους ἴσχειν ἐνίοτε περιττώµατος οὔθ’ ὁµολογούµενον οὔτε λόγον ἔχον· τὸ γὰρ ἑκάστου τῶν µειζόνων σπλάγχνων περίττωµα πλεῖον ἀναγκαῖον ὑπάρχειν. οἷον αὐτίκα τὸ τοῦ πνεύµονος, εἴπερ ἀνάλογον τῷ µεγέθει τοῦ σπλάγχνου γίγνοιτο, πολλαπλάσιον ἔσται δήπου τοῦ κατὰ τοὺς νεφρούς, ὥσθ’ ὅλος µὲν ὁ θώραξ ἐµπλησθήσεται, πνιγήσεται δ’ αὐτίκα τὸ ζῷον. ἀλλ’ εἰ ἴσον φήσει τις γίγνεσθαι τὸ καθ’ ἕκαστον τῶν ἄλλων µορίων περίττωµα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ οἱ νεφροὶ τοῖς κωθωνιζοµένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας ποιοῦσι περιττώµατος, ἑκάστου τῶν ἄλλων σπλάγχνων πολλῷ πλείους ἔσονται καὶ πίθου τινὸς οὕτω µεγίστου δεήσει τοῦ δεξοµένου τὰ πάντων περιττώµατα. καίτοι πολλάκις, ὅσον ἔπιέ τις, ὀλίγου δεῖν οὔρησεν ἅπαν, ὡς ἂν ἐπὶ τοὺς νεφροὺς φεροµένου τοῦ πόµατος ἅπαντος. ἔοικεν οὖν ὁ τὸ τρίτον ἐξαπατῶν οὗτος οὐδὲν ἀνύειν ἀλλ’ εὐθὺς γεγονέναι κατάφωρος καὶ µένειν ἔτι τὸ ἐξ ἀρχῆς ἄπορον ᾿Ερασιστράτῳ τε καὶ τοῖς ἄλλοις ἅπασι πλὴν ῾Ιπποκράτους. διατρίβω δ’ ἑκὼν ἐν τῷ τόπῳ σαφῶς εἰδώς, ὅτι µηδὲν εἰπεῖν ἔχει µηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας, ἀλλ’ ἀναγκαῖον ἢ τῶν µαγείρων ἀµαθεστέρους φαίνεσθαι µηδ’ ὅτι διηθεῖται δι’ αὐτῶν τὸ οὖρον ὁµολογοῦντας ἢ τοῦτο συγχωρήσαντας µηδὲν ἔτ’ ἔχειν εἰπεῖν ἕτερον αἴτιον τῆς διακρίσεως πλὴν τῆς ὁλκῆς. ἀλλ’ εἰ µὴ τῶν οὔρων ἡ φορὰ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ γίγνεται, δῆλον, ὡς οὐδ’ ἡ τοῦ αἵµατος οὐδ’ ἡ τῆς χολῆς ἢ εἴπερ ἐκείνων καὶ τούτου· πάντα γὰρ ὡσαύτως ἀναγκαῖον ἐπιτελεῖσθαι καὶ κατ’ αὐτὸν τὸν ᾿Ερασίστρατον. εἰρήσεται δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τῷ µετὰ ταῦτα γράµµατι.

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ

1. ῞Οτι µὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ ᾿Ερασιστράτῳ µόνον ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι µέλλουσι περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστόν, ὁµολογῆσαι δύναµίν τιν’ ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστί, διὰ τοῦ πρόσθεν ἐπιδέδεικται γράµµατος, ἀναµιµνησκόντων ἅµ’ αὐτῷ καὶ τοῦθ’ ἡµῶν, ὡς οὐκ ἄλλως µὲν εἰς τὴν κύστιν φέρεται τὰ οὖρα διὰ τῶν νεφρῶν, ἄλλως δ’ εἰς ἅπαντα τοῦ ζῴου τὰ µόρια τὸ αἷµα, κατ’ ἄλλον δέ τινα τρόπον ἡ ξανθὴ χολὴ διακρίνεται. δειχθείσης γὰρ ἐναργῶς ἐφ’ ἑνὸς οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνοµαζοµένης δυνάµεως οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ µεταφέρειν αὐτήν· οὐ γὰρ δὴ τοῖς µὲν νεφροῖς ἡ φύσις ἔδωκέ τινα τοιαύτην δύναµιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες ὑγρὸν ἕλκουσιν ἀγγείοις οὐδὲ τούτοις µέν, οὐκέτι δὲ καὶ τῶν ἄλλων µορίων ἑκάστῳ. καὶ µὴν εἰ τοῦτ’ ἀληθές ἐστι, θαυµάζειν χρὴ τοῦ ᾿Ερασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς µηδ’ ᾿Ασκληπιάδην λαθεῖν. καίτοι γ’ οἴεται παντὸς µᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς ἔσται τόπος ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουµένου. ἀλλ’ ὅ γ’ ᾿Ασκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουµένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ µὲν γὰρ τῶν καλάµων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεµένων ἀληθὲς εἰπεῖν, ὅτι κενουµένου τοῦ περιεχοµένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόως ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτ’ ἐγχωρεῖ, δυναµένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν. οὕτω µὲν δὴ ψευδὴς ἡ περὶ τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας οὐκ ἀπόδειξις µὰ Δί’ εἴποιµ’ ἂν ἀλλ’ ὑπόθεσις ᾿Ερασιστράτειος. καθ’ ἕτερον δ’ αὖ τρόπον, εἰ καὶ ἀληθὴς εἴη, περιττή, τῆς µὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶ δυναµένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δ’ αὖ περιστέλλεσθαι τῷ ἐνυπάρχοντι καὶ προωθεῖν αὐτό. τά τε γὰρ ἄλλα καὶ πλῆθος οὐκ ἂν ἐν τῷ σώµατι γένοιτο, τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ µόνῃ τῆς ἀναδόσεως ἐπιτελουµένης. εἰ µὲν οὖν ἡ τῆς γαστρὸς ἔνθλιψις ἐκλύεται προϊοῦσα καὶ µέχρι παντὸς ἀδυνατός ἐστιν ἐξικνεῖσθαι καὶ διὰ τοῦτ’ ἄλλης τινὸς δεῖ µηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵµατος, ἀναγκαία µὲν ἡ πρὸς τὸ κενούµενον ἀκολουθία προσεξεύρηται· πλῆθος δ’ ἐν οὐδενὶ τῶν µεθ’ ἧπαρ ἔσται µορίων, ἤ, εἴπερ ἄρα, περὶ τὴν καρδίαν τε καὶ τὸν πνεύµονα. µόνη γὰρ αὕτη τῶν µεθ’ ἧπαρ εἰς τὴν δεξιὰν αὑτῆς κοιλίαν ἕλκει τὴν τροφήν, εἶτα διὰ τῆς φλεβὸς τῆς ἀρτηριώδους ἐκπέµπει τῷ πνεύµονι· τῶν γὰρ ἄλλων οὐδὲν οὐδ’ αὐτὸς ὁ ᾿Ερασίστρατος ἐκ καρδίας βούλεται τρέφεσθαι διὰ τὴν τῶν ὑµένων ἐπίφυσιν. εἰ δέ γ’, ἵνα πλῆθος γένηται, φυλάξοµεν ἄχρι παντὸς τὴν ῥώµην τῆς κατὰ τὴν κοιλίαν ἐνθλίψεως, οὐδὲν ἔτι δεόµεθα τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας, µάλιστ’ εἰ καὶ τὴν τῶν φλεβῶν συνυποθοίµεθα περιστολήν, ὡς αὖ καὶ τοῦτ’ αὐτῷ πάλιν ἀρέσκει τῷ ᾿Ερασιστράτῳ.

2. ᾿Αναµνηστέον οὖν αὖθις αὐτόν, κἂν µὴ βούληται, τῶν νεφρῶν καὶ λεκτέον, ὡς ἔλεγχος [εἰσὶν] οὗτοι φανερώτατος ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆς· οὐδεὶς γὰρ οὐδὲν οὔτ’ εἶπε πιθανόν, ἀλλ’ οὐδ’ ἐξευρεῖν εἶχε κατ’ οὐδένα τρόπον, ὡς ἔµπροσθεν ἐδείκνυµεν, ἕτερον αἴτιον οὔρων διακρίσεως, ἀλλ’ ἀναγκαῖον ἢ µαίνεσθαι δοκεῖν, εἰ φήσαιµεν ἀτµοειδῶς εἰς τὴν κύστιν ἰέναι τὸ οὖρον ἢ ἀσχηµονεῖν τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας µνηµονεύοντας, ληρώδους µὲν οὔσης κἀπὶ τοῦ αἵµατος, ἀδυνάτου δὲ καὶ ἠλιθίου παντάπασιν ἐπὶ τῶν οὔρων. ἓν µὲν δὴ τοῦτο σφάλµα τῶν ἀποστάντων τῆς ὁλκῆς· ἕτερον δὲ τὸ περὶ τῆς κατὰ τὴν ξανθὴν χολὴν διακρίσεως. οὐδὲ γὰρ οὐδ’ ἐκεῖ παραρρέοντος τοῦ αἵµατος τὰ στόµατα τῶν χοληδόχων ἀγγείων ἀκριβῶς διακριθήσεται τὸ χολῶδες περίττωµα. καὶ µὴ διακρινέσθω, φασίν, ἀλλὰ συναναφερέσθω τῷ αἵµατι πάντη τοῦ σώµατος. ἀλλ’, ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζῴου καὶ τεχνικὴν αὐτὸς ὁ ᾿Ερασίστρατος ὑπέθετο τὴν φύσιν. ἀλλὰ καὶ τὸ χολῶδες ὑγρὸν ἄχρηστον εἶναι παντάπασι τοῖς ζῴοις ἔφασκεν. οὐ συµβαίνει δ’ ἀλλήλοις ἄµφω ταῦτα. πῶς γὰρ ἂν ἔτι προνοεῖσθαι τοῦ ζῴου δόξειεν ἐπιτρέπουσα συναναφέρεσθαι τῷ αἵµατι µοχθηρὸν οὕτω χυµόν; ἀλλὰ ταῦτα µὲν σµικρά· τὸ δὲ µέγιστον καὶ σαφέστατον πάλιν ἐνταῦθ’ ἁµάρτηµα καὶ δὴ φράσω. εἴπερ γὰρ δι’ οὐδὲν ἄλλ’ ἢ ὅτι παχύτερον µέν ἐστι τὸ αἷµα, λεπτοτέρα δ’ ἡ ξανθὴ χολὴ καὶ τὰ µὲν τῶν φλεβῶν εὐρύτερα στόµατα, τὰ δὲ τῶν χοληδόχων ἀγγείων στενότερα, διὰ τοῦθ’ ἡ µὲν χολὴ τοῖς στενοτέροις ἀγγείοις τε καὶ στόµασιν ἐναρµόττει, τὸ δ’ αἷµα τοῖς εὐρυτέροις, δῆλον, ὡς καὶ τὸ ὑδατῶδες τοῦτο καὶ ὀρρῶδες περίττωµα τοσούτῳ πρότερον εἰσρυήσεται τοῖς χοληδόχοις ἀγγείοις, ὅσῳ λεπτότερόν ἐστι τῆς χολῆς. πῶς οὖν οὐκ εἰσρεῖ; ὅτι παχύτερόν ἐστι νὴ Δία τὸ οὖρον τῆς χολῆς· τοῦτο γὰρ ἐτόλµησέ τις εἰπεῖν τῶν καθ’ ἡµᾶς ᾿Ερασιστρατείων ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵµατος. εἴτε γὰρ ὅτι µᾶλλον ἡ χολὴ τοῦ αἵµατος ῥεῖ, διὰ τοῦτο λεπτοτέραν αὐτὴν ἡµῖν ἐστι νοµιστέον, εἴθ’ ὅτι δι’ ὀθόνης ἢ ῥάκους ἤ τινος ἠθµοῦ ῥᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀρρῶδες περίττωµα, κατὰ ταῦτα τὰ γνωρίσµατα παχυτέρα τῆς ὑδατώδους ὑγρότητος καὶ αὕτη γενήσεται. πάλιν γὰρ οὐδ’ ἐνταῦθα λόγος οὐδείς ἐστιν, ὃς ἀποδείξει λεπτοτέραν τὴν χολὴν τῶν ὀρρωδῶν περιττωµάτων. ἀλλ’ ὅταν τις ἀναισχυντῇ περιπλέκων τε καὶ µήπω καταπεπτωκέναι συγχωρῶν, ὅµοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες ὑπὸ τῶν παλαιστρικῶν καὶ κατὰ τῆς γῆς ὕπτιοι κείµενοι τοσούτου δέουσι τὸ πτῶµα γνωρίζειν, ὥστε καὶ κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβαλόντας οὐκ ἐῶντες ἀπαλλάττεσθαι, κἀν τούτῳ νικᾶν ὑπολαµβάνουσι.

3. Λῆρος οὖν µακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ µὴ γὰρ δύναµίς τις σύµφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, µὴ ὅτι τοσοῦτον ἀριθµὸν ἐτῶν ἀλλ’ οὐδ’ ἡµερῶν ὀλιγίστων· ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρηµα µόναις ταῖς τῶν ὑλῶν οἰακιζόµενα ῥοπαῖς, οὐδαµοῦ δυνάµεως οὐδεµιᾶς τῆς µὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δ’ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δ’ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδ’ ὅπως οὐκ ἂν εἴηµεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόµενοι καὶ πολὺ µᾶλλον ἔτι περὶ τῶν ψυχικῶν καὶ συµπάσης γε τῆς ζωῆς. οὐδὲ γὰρ ζῆν οὐδὲ διαµένειν οὐδενὶ τῶν ζῴων οὐδ’ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτηµένον ἐν ἑαυτῷ µόρια καὶ οὕτω διαφέροντα µήθ’ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάµει µήτ’ ἀποκριτικῇ τῶν ἀλλοτρίων µήτ’ ἀλλοιωτικῇ τῶν θρεψόντων. καὶ µὴν εἰ ταύτας ἔχοιµεν, οὐδὲν ἔτι πόρων µικρῶν ἢ µεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαµβανοµένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόµεθα καί τινος ἐπικαίρου θέσεως, ἐν ᾧ µόνῳ σωφρονεῖν ἔοικεν ὁ ᾿Ερασίστρατος ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλασθῆναι τὰ µόρια τοῦ σώµατος ὑπὸ τῆς φύσεως οἰόµενος. ἀλλ’ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνοµάζοντι τεχνικήν, εὐθὺς µὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ µόρια, µετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάµεσιν, ὧν ἄνευ ζῆν οὐκ ἠδύνατο, καὶ µετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος µεγέθους, οὐκ οἶδα πῶς ὑποµένει πόρων σµικρότησιν ἢ µεγέθεσιν ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν. ἡ γὰρ διαπλάττουσα τὰ µόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου δι’ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα δι’ ὅλων οὐκ ἔξωθεν µόνον αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. Πραξιτέλης µὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλµατοποιὸς ἔξωθεν µόνον ἐκόσµουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δ’ ἀκόσµητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν µὴ δυνάµενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν µερῶν. ἡ φύσις δ’ οὐχ οὕτως, ἀλλὰ τὸ µὲν ὀστοῦ µέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα, τὸ δὲ πιµελῆς πιµελὴν καὶ τῶν ἄλλων ἕκαστον· οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ µέρος οὐδ’ ἀνεξέργαστον οὐδ’ ἀκόσµητον. ἀλλὰ τὸν µὲν κηρὸν ὁ Φειδίας οὐκ ἠδύνατο ποιεῖν ἐλέφαντα καὶ χρυσόν, ἀλλ’ οὐδὲ τὸν χρυσὸν κηρόν· ἕκαστον γὰρ αὐτῶν µένον, οἷον ἦν ἐξ ἀρχῆς, ἔξωθεν µόνον ἠµφιεσµένον εἶδός τι καὶ σχῆµα τεχνικόν, ἄγαλµα τέλειον γέγονεν. ἡ φύσις δ’ οὐδεµιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν ἀρχαίαν ἰδέαν· αἷµα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζῴου τὰ µόρια, τὸ παρὰ τῆς κυούσης ἐπιρρέον τῷ σπέρµατι, δίκην κηροῦ τινος ὕλη µία καὶ µονοειδὴς ὑποβεβληµένη τῷ τεχνίτῃ. γίγνεται δ’ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζῴου µορίων οὔτ’ ἐρυθρὸν οὕτως οὔθ’ ὑγρόν. ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιµελὴ καὶ ἀδὴν καὶ ὑµὴν καὶ µυελὸς ἄναιµα µέν, ἐξ αἵµατος δὲ γέγονε. τίνος [δ’] ἀλλοιώσαντος [αὐτὸ] καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόµην ἄν µοι τὸν ᾿Ερασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν ἢ τὸ σπέρµα, ταὐτὸν µὲν λέγων καθ’ ἑκάτερον, διαφόροις δ’ ἐπινοίαις ἑρµηνεύων· ὃ γὰρ ἦν πρότερον σπέρµα, τοῦθ’, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται. καθάπερ γὰρ ὁ Φειδίας εἶχε µὲν τὰς δυνάµεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ’ αὐταῖς περὶ τὴν ὕλην—ἅπασα γὰρ δύναµις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλης—, οὕτω καὶ τὸ σπέρµα τὰς µὲν δυνάµεις οἴκοθεν ἐκέκτητο, τὰς δ’ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο. καὶ µὴν εἰ πολλῷ µὲν ἐπικλύζοιτο τῷ αἵµατι τὸ σπέρµα, διαφθείροιτ’ ἄν· εἰ δ’ ὅλως ἀποροίη παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵν’ οὖν µήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρµατος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵµατος, µᾶλλον δ’ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύµµετρον τῷ πλήθει τοῦ σπέρµατος. τίς οὖν ὁ µετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵν’ ἐνδεέστερον µὴ ἴῃ; τίνα ζητήσοµεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρµατι τὸ σύµµετρον αἷµα; τί ἂν εἶπεν ᾿Ερασίστρατος, εἰ ζῶν ταῦτ’ ἠρωτήθη; τὸ σπέρµα αὐτὸ δηλονότι· τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δ’ αἷµα τῷ κηρῷ προσέοικεν. οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ µέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵµατος ὁ τεχνίτης εἰς ἑαυτόν, ὁπόσου δεῖται. ἀλλ’ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, µή πως λάθωµεν τῷ σπέρµατι λογισµόν τινα καὶ νοῦν χαρισάµενοι· οὕτω γὰρ ἂν οὔτε σπέρµα ποιήσαιµεν οὔτε φύσιν ἀλλ’ ἤδη ζῷον αὐτό. καὶ µὴν εἰ φυλάξοµεν ἀµφότερα, τήν θ’ ὁλκὴν τοῦ συµµέτρου καὶ τὸ χωρὶς λογισµοῦ, δύναµίν τινα, καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρµατι φήσοµεν ὑπάρχειν αἵµατος ἐπισπαστικήν. ἠναγκάσθηµεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔµπροσθεν, ἑλκτικήν τινα δύναµιν ὁµολογῆσαι κατὰ τὸ σπέρµα. τί δ’ ἦν τὸ σπέρµα; ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική· ἡ γὰρ ὑλικὴ τὸ καταµήνιόν ἐστιν. εἶτ’ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάµει χρωµένης, ἵνα γένηται τῶν ὑπ’ αὐτῆς τι δεδηµιουργηµένων, ἄµοιρον εἶναι τῆς οἰκείας δυνάµεως οὐκ ἐνδέχεται. πῶς οὖν ᾿Ερασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη µὲν αὕτη τοῦ σπέρµατος ἐνέργεια τὸ σύµµετρον αἵµατος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύµµετρον δ’ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτµῶδες, ὥστ’ εὐθὺς εἰς πᾶν µόριον ἑλκόµενον τοῦ σπέρµατος δροσοειδῶς µηδαµοῦ τὴν ἑαυτοῦ παρεµφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει ῥᾳδίως τὸ σπέρµα καὶ ταχέως ἐξοµοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτ’ οἶµαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ µὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναµις ἐξεύρηται µηδ’ αὐτὴ πρὸς ᾿Ερασιστράτου γεγραµµένη. τρίτη δ’ ἂν ἡ διαπλαστικὴ φανείη, καθ’ ἣν πρῶτον µὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑµένα περιτίθησιν ἑαυτῷ τὸ σπέρµα, τὸν ὑφ’ ῾Ιπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς µουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι· µετὰ δὲ τοῦτον ἤδη καὶ τἆλλ’, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ περὶ φύσιος παιδίου συγγράµµατος. ἀλλ’ εἰ τῶν διαπλασθέντων ἕκαστον οὕτω µείνειε σµικρόν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν αὐξηθήσεται; πάντη διατεινόµενα θ’ ἅµα καὶ τρεφόµενα. καί µοι τῶν ἔµπροσθεν εἰρηµένων ἐπὶ τῆς κύστεως, ἣν οἱ παῖδες ἐµφυσῶντες ἔτριβον, ἀναµνησθεὶς µαθήσῃ µᾶλλον κἀκ τῶν νῦν ῥηθησοµένων. ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω µὲν µικρὰν εἶναι κατ’ ἀρχάς, ὡς κέγχρου µηδὲν διαφέρειν ἤ, εἰ βούλει, κυάµου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο µεγάλη χωρὶς τοῦ πάντη διατεινοµένην τρέφεσθαι δι’ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρµα τρεφόµενον. ἀλλ’ οὐδὲ τοῦτ’ ᾿Ερασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑµνῶν, ἀλλ’ οὕτως αὐξάνεσθαι τὰ ζῷα νοµίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκοµένων ὁµοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται. ἀλλὰ τοῦτό γ’ οὐκ αὔξησίς ἐστιν ἀλλὰ γένεσις, ὦ σοφώτατε· γίγνεται γὰρ ὁ θύλακος ἔτι καὶ ὁ σάκκος καὶ θοἰµάτιον καὶ ἡ οἰκία καὶ τὸ πλοῖον καὶ τῶν ἄλλων ἕκαστον, ὅταν µηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν ὑπὸ τοῦ τεχνίτου δηµιουργεῖται, συµπεπληρωµένον ᾖ. πότ’ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν ὁ τάλαρος, ὡς ἔχειν πυθµένα τέ τινα καὶ στόµα καὶ οἷον γαστέρα καὶ τὰ τούτων µεταξύ, µείζων ἅπασι τούτοις γένηται. καὶ πῶς ἔσται τοῦτο; φήσει τις. πῶς δ’ ἄλλως ἢ εἰ ζῷον ἐξαίφνης ἢ φυτὸν ὁ τάλαρος ἡµῖν γένοιτο; µόνων γὰρ τῶν ζώντων ἡ αὔξησις. σὺ δ’ ἴσως οἴει τὴν οἰκίαν οἰκοδοµουµένην αὐξάνεσθαι καὶ τὸν τάλαρον πλεκόµενον καὶ θοἰµάτιον ὑφαινόµενον. ἀλλ’ οὐχ ὧδ’ ἔχει· τοῦ µὲν γὰρ ἤδη συµπεπληρωµένου κατὰ τὸ εἶδος ἡ αὔξησις, τοῦ δ’ ἔτι γιγνοµένου ἡ εἰς τὸ εἶδος ὁδὸς οὐκ αὔξησις ἀλλὰ γένεσις ὀνοµάζεται· αὐξάνεται µὲν γὰρ τὸ ὄν, γίγνεται δὲ τὸ οὐκ ὄν.

4. Καὶ ταῦτ’ ᾿Ερασίστρατος οὐκ οἶδεν, ὃν οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπ’ αὐτοῦ φάσκοντες ὡµιληκέναι τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις αὐτόν. ἄχρι µὲν οὖν τοῦ τὴν φύσιν ὑµνεῖν ὡς τεχνικὴν κἀγὼ γνωρίζω τὰ τοῦ περιπάτου δόγµατα, τῶν δ’ ἄλλων οὐδὲν οὐδ’ ἐγγύς. εἰ γάρ τις ὁµιλήσειε τοῖς ᾿Αριστοτέλους καὶ Θεοφράστου γράµµασι, τῆς ῾Ιπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας ὑποµνήµατα συγκεῖσθαι, τὸ θερµὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα καὶ τούτων αὐτῶν δραστικώτατον µὲν τὸ θερµόν, δεύτερον δὲ τῇ δυνάµει τὸ ψυχρὸν ῾Ιπποκράτους ταῦτα σύµπαντα πρώτου, δευτέρου δ’ ᾿Αριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ δι’ ὅλων αὑτῶν τὰ τρεφόµενα καὶ κεράννυσθαι δι’ ὅλων τὰ κεραννύµενα καὶ ἀλλοιοῦσθαι δι’ ὅλων τὰ ἀλλοιούµενα, καὶ ταῦθ’ ῾Ιπποκράτειά θ’ ἅµα καὶ ᾿Αριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τιν’ ὑπάρχειν καὶ µεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφοµένου ποιότητα, τὴν δ’ ἐξαιµάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως [τοῦ σώµατος] καὶ θρέψεως γίγνεσθαι, τὴν δ’ ἀλλοίωσιν ὑπὸ τοῦ θερµοῦ µάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυµῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώµασι τὰς ποιότητας ὑπὸ τῆς ἐµφύτου θερµασίας ἐγγίγνεσθαι, ταῦτα σύµπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρηµένων δυνάµεων καὶ τὰ τῶν νοσηµάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαµάτων τῆς εὑρέσεως ῾Ιπποκράτης µὲν πρῶτος ἁπάντων ὧν ἴσµεν ὀρθῶς εἶπεν, ᾿Αριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ µὴν εἰ ταῦτα σύµπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, µηδὲν δ’ αὐτῶν ἀρέσκει τῷ ᾿Ερασιστράτῳ, τί ποτε βούλεται τοῖς ᾿Ερασιστρατείοις ἡ πρὸς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεµόνος ὁµιλία; θαυµάζουσι µὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντ’ ἀληθεύειν νοµίζουσιν. εἰ δ’ οὕτως ἔχει ταῦτα, πάµπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νοµίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς µηδὲν ὧν ᾿Ερασίστρα-τος ὑπελάµβανεν ἀρέσκει. καὶ µὴν ὥσπερ τιν’ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι. πάλιν οὖν ἀναστρέψωµεν τὸν λόγον ἑτέρως ἢ ὡς ὀλίγῳ πρόσθεν ἐτύχοµεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον ᾿Ερασιστράτου καὶ δίδωµι τοῖς ᾿Ερασιστρατείοις αὐτοῖς τὴν αἵρεσιν· ἢ γὰρ τὸν πρότερον λόγον ἢ τοῦτον προσήσονται. λέγει δ’ ὁ µὲν πρότερος οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς περιπατητικούς, ὁ δὲ δεύτερος ᾿Ερασίστρατον. ἐµὸν µὲν οὖν ὑποµνῆσαι τῶν δογµάτων τὴν µάχην, ἐκείνων δ’ ἡ αἵρεσις. ἀλλ’ οὐκ ἂν ἀποσταῖεν τοῦ θαυµάζειν ᾿Ερασίστρατον· οὐκοῦν σιωπάτωσαν περὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων. παµπόλλων γὰρ ὄντων δογµάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν µόνον εὑρεθήσεται ταὐτὸν ᾿Ερασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ µάτην µηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο µέχρι λόγου κοινόν, ἔργῳ δὲ µυριάκις ᾿Ερασίστρατος αὐτὸ διαφθείρει· µάτην µὲν γὰρ ὁ σπλὴν ἐγένετο, µάτην δὲ τὸ ἐπίπλοον, µάτην δ’ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόµεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς µεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι µέγισται, µάτην δ’ ἄλλα µυρία κατά γε τὸν ᾿Ερασιστράτειον λόγον· ἅπερ εἰ µὲν οὐδ’ ὅλως γιγνώσκει, βραχεῖ µαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατοµαῖς, εἰ δ’ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν, οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ µάτην αὐτὰ γεγονέναι. καίτοι τί ταῦτ’ ἐπεξέρχοµαι τῆς περὶ χρείας µορίων πραγµατείας ὄντα µελλούσης ἡµῖν ἰδίᾳ περαίνεσθαι; πάλιν οὖν ἀναλάβωµεν τὸν αὐτὸν λόγον εἰπόντες τέ τι βραχὺ πρὸς τοὺς ᾿Ερασιστρατείους ἔτι τῶν ἐφεξῆς ἐχώµεθα. δοκοῦσι γάρ µοι µηδὲν ἀνεγνωκέναι τῶν ᾿Αριστοτέλους οὗτοι συγγραµµάτων, ἀλλ’ ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ὁ ἄνθρωπος καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατ’ ἴχνη τῆς ἐκείνου φυσιολογίας βαδίζουσιν, εἶθ’ εὑρόντες ἕν τι τῶν περιφεροµένων δογµάτων κοινὸν αὐτῷ πρὸς ᾿Ερασίστρατον ἀναπλάσαι τινὰ συνουσίαν αὐτοῦ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλ’ ὅτι µὲν τῆς ᾿Αριστοτέλους φυσιολογίας οὐδὲν ᾿Ερασιστράτῳ µέτεστιν, ὁ κατάλογος τῶν προειρηµένων ἐνδείκνυται δογµάτων, ἃ πρώτου µὲν ῾Ιπποκράτους ἦν, δευτέρου δ’ ᾿Αριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς µόνου µετατιθεµένου τοῦ τὰς ποιότητας εἶναι σώµατα. τάχα δ’ ἂν τῆς λογικῆς ἕνεκα θεωρίας ὡµιληκέναι φαῖεν τὸν ᾿Ερασίστρατον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις οὐκ εἰδότες, ὡς ἐκεῖνοι µὲν ψευδεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δ’ ᾿Ερασιστράτεια βιβλία παµπόλλους ἔχει τοὺς τοιούτους. τάχ’ ἂν οὖν ἤδη τις θαυµάζοι καὶ διαποροίη, τί παθὼν ὁ ᾿Ερασίστρατος εἰς τοσοῦτον τῶν ῾Ιπποκράτους δογµάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόχων, ἅλις γὰρ ἤδη νεφρῶν, ἀφελόµενος τὴν ἑλκτικὴν δύναµιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στοµάτων στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι µὲν αἱ ἀπὸ τῶν πυλῶν τὸ ἀκάθαρτον αἷµα, µεταλαµβάνουσι δὲ πρότεροι µὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δ’ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷµα. πρὸς γὰρ τῷ µηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων µυρίων ἔµελλεν ἀµφισβητουµένων ἀπαλλάξεσθαι λόγων.

5. ῾Ως νῦν γε πόλεµος οὐ σµικρός ἐστι τοῖς ᾿Ερασιστρατείοις οὐ πρὸς τοὺς ἄλλους µόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησιν· “εἰς τὸ αὐτὸ δ’ ἀνεστοµωµένων ἑτέρων δύο ἀγγείων τῶν τ’ ἐπὶ τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συµβαίνει τῆς ἀναφεροµένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρµόζοντα ἑκατέροις τῶν στοµάτων εἰς ἑκάτερα τῶν ἀγγείων µεταλαµβάνεσθαι καὶ τὰ µὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δ’ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι”. τὸ γὰρ “εἰς τὸ αὐτὸ ἀνεστοµωµένων”, ὃ κατ’ ἀρχὰς τῆς λέξεως γέγραπται, τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς ταὐτόν, ὥστε τῷ τῆς ἐν τοῖς σιµοῖς φλεβὸς πέρατι συνάπτειν δύο ἕτερα πέρατα, τό τ’ ἐν τοῖς κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου πόρου, ἤ, εἰ µὴ οὕτω, χώραν τινὰ κοινὴν ἐπινοῆσαι χρὴ τῶν τριῶν ἀγγείων οἷον δεξαµενήν τινα, πληρουµένην µὲν ὑπὸ τῆς κάτω φλεβός, ἐκκενουµένην δ’ εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας· καθ’ ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλά, περὶ ὧν εἰ πάντων λέγοιµι, λάθοιµ’ ἂν ἐµαυτὸν ἐξηγήσεις ᾿Ερασιστράτου γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέµην, περαίνων. κοινὸν δ’ ἀµφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον τὸ µὴ καθαίρεσθαι πᾶν τὸ αἷµα. χρὴ γὰρ ὡς εἰς ἠθµόν τινα τὸ χοληδόχον ἀγγεῖον ἐµπίπτειν αὐτό, οὐ παρέρχεσθαι καὶ παραρρεῖν ὠκέως εἰς τὸ µεῖζον στόµα τῇ ῥύµῃ τῆς ἀναδόσεως φερόµενον. ἆρ’ οὖν ἐν τούτοις µόνον ἀπορίαις ἀφύκτοις ὁ ᾿Ερασιστράτου λόγος ἐνέχεται µὴ βουληθέντος χρήσασθαι ταῖς ἑλκτικαῖς δυνάµεσιν εἰς µηδέν, ἢ σφοδρότατα µὲν ἐν τούτοις καὶ σαφῶς οὕτως, ὡς ἂν µηδὲ παῖδα λαθεῖν;

6. Εἰ δ’ ἐπισκοποῖτό τις ἐπιµελῶς, οὐδ’ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων διεξέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήµµατος, ὡς πρόσθεν ἐδείκνυµεν, ἐπέραινέ τι περὶ φλεβῶν µόνων καὶ τοῦ κατ’ αὐτὰς αἵµατος. ἐκρέοντος γάρ τινος κατὰ τὰ στόµατ’ αὐτῶν καὶ διαφορουµένου καὶ µήτ’ ἀθρόως τόπου κενοῦ δυναµένου γενέσθαι µήτε τῶν φλεβῶν συµπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόµενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενουµένου τὴν βάσιν. αἱ µὲν δὴ φλέβες ἡµῖν οὕτω θρέψονται τοῦ περιεχοµένου κατ’ αὐτὰς αἵµατος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷµα. πρόχειρον µὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλ’ οὐ βούλεται. τί ποτ’ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱµάντων διαφερόντων τῇ φύσει πεπλεγµένην. ᾠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵµατος ἀγγεῖον ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειµένης φλεβὸς τῆς ἀληθινῆς αἵµατος ἑτέρου, ἀλλ’ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσµένον ἀγγεῖον ἐκεῖνο τὸ λόγῳ θεωρητόν. ἀλλὰ κἀνταῦθα πάλιν αὐτὸν ὁµοία τις ἀπορία διεδέξατο. τουτὶ γὰρ τὸ σµικρὸν ἀγγεῖον ἑαυτὸ µὲν θρέψει, τὸ παρακείµενον µέντοι νεῦρον ἐκεῖνο τὸ ἁπλοῦν ἢ τὴν ἀρτηρίαν οὐχ οἷόν τ’ ἔσται τρέφειν ἄνευ τοῦ σύµφυτόν τιν’ ὑπάρχειν αὐτοῖς ὁλκὴν τῆς τροφῆς. τῇ µὲν γὰρ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ πῶς ἂν ἔτι δύναιτο τὴν τροφὴν ἐπισπᾶσθαι τὸ ἁπλοῦν νεῦρον, ὥσπερ αἱ φλέβες αἱ σύνθετοι; κοιλότης µὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατ’ αὐτόν, ἀλλ’ οὐχ αἵµατος αὕτη γ’ ἀλλὰ πνεύµατος ψυχικοῦ µεστή. δεόµεθα δ’ ἡµεῖς οὐκ εἰς τὴν κοιλότητα ταύτην εἰσάγειν τῷ λόγῳ τὴν τροφὴν ἀλλ’ εἰς τὸ περιέχον αὐτὴν ἀγγεῖον, εἴτ’ οὖν τρέφεσθαι µόνον εἴτε καὶ αὔξεσθαι δέοιτο. πῶς οὖν εἰσάξοµεν; οὕτω γάρ ἐστι σµικρὸν ἐκεῖνο τὸ ἁπλοῦν ἀγγεῖον καὶ µέντοι καὶ τῶν ἄλλων ἑκάτερον, ὥστ’, εἰ τῇ λεπτοτάτῃ βελόνῃ νύξειάς τι µέρος, ἅµα διαιρήσεις τὰ τρία. τόπος οὖν αἰσθητὸς ἀθρόως κενὸς οὐκ ἄν ποτ’ ἐν αὐτῷ γένοιτο· λόγῳ δὲ θεωρητὸς τόπος κενούµενος οὐκ ἦν ἀναγκαστικὸς τῆς τοῦ συνεχοῦς ἀκολουθίας. ἠβουλόµην δ’ αὖ πάλιν µοι κἀνταῦθα τὸν ᾿Ερασίστρατον αὐτὸν ἀποκρίνασθαι περὶ τοῦ στοιχειώδους ἐκείνου νεύρου τοῦ σµικροῦ, πότερον ἕν τι καὶ συνεχὲς ἀκριβῶς ἐστιν ἢ ἐκ πολλῶν καὶ σµικρῶν σωµάτων, ὧν ᾿Επίκουρος καὶ Λεύκιππος καὶ Δηµόκριτος ὑπέθεντο, σύγκειται. καὶ γὰρ καὶ περὶ τούτου τοὺς ᾿Ερασιστρατείους ὁρῶ διαφεροµένους. οἱ µὲν γὰρ ἕν τι καὶ συνεχὲς αὐτὸ νοµίζουσιν ἢ οὐκ ἂν ἁπλοῦν εἰρῆσθαι πρὸς αὐτοῦ φασι· τινὲς δὲ καὶ τοῦτο διαλύειν εἰς ἕτερα στοιχειώδη τολµῶσιν. ἀλλ’ εἰ µὲν ἕν τι καὶ συνεχές ἐστι, τὸ κενούµενον ἐξ αὐτοῦ κατὰ τὴν ἄδηλον ὑπὸ τῶν ἰατρῶν ὀνοµαζοµένην διαπνοὴν οὐδεµίαν ἐν ἑαυτῷ καταλείψει χώραν κενήν. οὕτω γὰρ οὐχ ἓν ἀλλὰ πολλὰ γενήσεται, διειργόµενα δήπου ταῖς κεναῖς χώραις. εἰ δ’ ἐκ πολλῶν σύγκειται, τῇ κηπαίᾳ κατὰ τὴν παροιµίαν πρὸς ᾿Ασκληπιάδην ἀπεχωρήσαµεν ἄναρµά τινα στοιχεῖα τιθέµενοι. πάλιν οὖν ἄτεχνος ἡµῖν ἡ φύσις λεγέσθω· τοῖς γὰρ τοιούτοις στοιχείοις ἐξ ἀνάγκης τοῦθ’ ἕπεται. διὸ δή µοι καὶ δοκοῦσιν ἀµαθῶς πάνυ τὴν εἰς τὰ τοιαῦτα στοιχεῖα τῶν ἁπλῶν ἀγγείων εἰσάγειν διάλυσιν ἔνιοι τῶν ᾿Ερασιστρατείων. ἐµοὶ γοῦν οὐδὲν διαφέρει. καθ’ ἑκατέρους γὰρ ἄτοπος ὁ τῆς θρέψεως ἔσται λόγος, ἐκείνοις τοῖς ἁπλοῖς ἀγγείοις τοῖς σµικροῖς τοῖς συντιθεῖσι τὰ µεγάλα τε καὶ αἰσθητὰ νεῦρα κατὰ µὲν τοὺς συνεχῆ φυλάττοντας αὐτὰ µὴ δυναµένης γενέσθαι τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας, ὅτι µηδὲν ἐν τῷ συνεχεῖ γίγνεται κενόν, κἂν ἀπορρέῃ τι· συνέρχεται γὰρ πρὸς ἄλληλα τὰ καταλειπόµενα µόρια, καθάπερ ἐπὶ τοῦ ὕδατος ὁρᾶται, καὶ πάλιν ἓν γίγνεται πάντα τὴν χώραν τοῦ διαφορηθέντος αὐτὰ καταλαµβάνοντα· κατὰ δὲ τοὺς ἑτέρους, ὅτι τῶν στοιχείων ἐκείνων οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας. ἐπὶ γὰρ τῶν αἰσθητῶν µόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναµιν, ὡς αὐτὸς ὁ ᾿Ερασίστρατος ὁµολογεῖ διαρρήδην, οὐ περὶ τοῦ τοιούτου κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώµασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ µεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνοµάζειν ἐθέλῃς. ᾿Ερασίστρατος µὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι γενέσθαι κενόν· ἐγὼ δ’ ἐκ περιουσίας εὐπορήσας ὀνοµάτων ταὐτὸν δηλοῦν ἔν γε τῷ νῦν προκειµένῳ λόγῳ δυναµένων καὶ τἆλλα προσέθηκα. κάλλιον οὖν µοι δοκεῖ καὶ ἡµᾶς τι συνεισενέγκασθαι τοῖς ᾿Ερασιστρατείοις, ἐπειδὴ κατὰ τοῦτο γεγόναµεν, καὶ συµβουλεῦσαι τοῖς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν ὑπ’ ᾿Ερασιστράτου καλούµενον ἀγγεῖον εἰς ἕτερ’ ἄττα σώµατα στοιχειώδη διαλύουσιν ἀποστῆναι τῆς ὑπολήψεως, ὡς πρὸς τῷ µηδὲν ἔχειν πλέον ἔτι καὶ διαφεροµένοις ᾿Ερασιστράτῳ. ὅτι µὲν οὖν οὐδὲν ἔχει πλέον, ἐπιδέδεικται σαφῶς· οὐδὲ γὰρ ἠδυνήθη διαφυγεῖν τὴν περὶ τῆς θρέψεως ἀπορίαν ἡ ὑπόθεσις· ὅτι δ’ οὐδ’ ᾿Ερασιστράτῳ σύµφωνός ἐστιν, ὃ ἐκεῖνος ἁπλοῦν καὶ πρῶτον ὀνοµάζει, σύνθετον ἀποφαίνουσα καὶ τὴν τῆς φύσεως τέχνην ἀναιροῦσα, πρόδηλον καὶ τοῦτ’ εἶναί µοι δοκεῖ. εἰ µὴ γὰρ κἀν τοῖς ἁπλοῖς τούτοις ἕνωσίν τινα τῆς οὐσίας ἀπολείψοµεν, ἀλλ’ εἰς ἄναρµα καὶ ἀµέριστα καταβησόµεθα στοιχεῖα, παντάπασιν ἀναιρήσοµεν τῆς φύσεως τὴν τέχνην, ὥσπερ καὶ πάντες οἱ ἐκ ταύτης ὁρµώµενοι τῆς ὑποθέσεως ἰατροὶ καὶ φιλόσοφοι. δευτέρα γὰρ τῶν τοῦ ζῴου µορίων κατὰ τὴν τοιαύτην ὑπόθεσιν ἡ φύσις, οὐ πρώτη γίγνεται. διαπλάττειν δὲ καὶ δηµιουργεῖν οὐ τοῦ δευτέρου γεγονότος, ἀλλὰ τοῦ προϋπάρχοντός ἐστιν· ὥστ’ ἀναγκαῖόν ἐστιν εὐθὺς ἐκ σπερµάτων ὑποθέσθαι τὰς δυνάµεις τῆς φύσεως, αἷς διαπλάττει τε καὶ αὐξάνει καὶ τρέφει τὸ ζῷον· ἀλλ’ ἐκείνων [ἕκαστον] τῶν σωµάτων τῶν ἀνάρµων καὶ ἀµερῶν οὐδὲν ἐν ἑαυτῷ διαπλαστικὴν ἔχει δύναµιν ἢ αὐξητικὴν ἢ θρεπτικὴν ἢ ὅλως τεχνικήν· ἀπαθὲς γὰρ καὶ ἀµετάβλητον ὑπόκειται. τῶν δ’ εἰρηµένων οὐδὲν ἄνευ µεταβολῆς καὶ ἀλλοιώσεως καὶ τῆς δι’ ὅλων κράσεως γίγνεται, καθάπερ καὶ διὰ τῶν ἔµπροσθεν ἐνεδειξάµεθα. καὶ διὰ ταύτην τὴν ἀνάγκην οὐκ ἔχοντες, ὅπως τὰ ἀκόλουθα τοῖς στοιχείοις, οἷς ὑπέθεντο, φυλάττοιεν, οἱ ἀπὸ τῶν τοιούτων αἱρέσεων ἅπαντες ἄτεχνον ἠναγκάσθησαν ἀποφήνασθαι τὴν φύσιν. καίτοι ταῦτά γ’ οὐ παρ’ ἡµῶν ἐχρῆν µανθάνειν τοὺς ᾿Ερασιστρατείους, ἀλλὰ παρ’ αὐτῶν τῶν φιλοσόφων, οἷς µάλιστα δοκεῖ πρῶτον ἐπισκοπεῖσθαι τὰ στοιχεῖα τῶν ὄντων ἁπάντων. οὔκουν οὐδ’ ᾿Ερασίστρατον ἄν τις ὀρθῶς ἄχρι τοσαύτης ἀµαθίας νοµίζοι προήκειν, ὡς µηδὲ ταύτην γνωρίσαι δυνηθῆναι τὴν ἀκολουθίαν, ἀλλ’ ἅµα µὲν ὑποθέσθαι τεχνικὴν τὴν φύσιν, ἅµα δ’ εἰς ἀπαθῆ καὶ ἄναρµα καὶ ἀµετάβλητα στοιχεῖα καταθραῦσαι τὴν οὐσίαν. καὶ µὴν εἰ δώσει τιν’ ἐν τοῖς στοιχείοις ἀλλοίωσίν τε καὶ µεταβολὴν καὶ ἕνωσιν καὶ συνέχειαν, ἓν ἀσύνθετον αὐτῷ τὸ ἁπλοῦν ἀγγεῖον ἐκεῖνο, καθάπερ καὶ αὐτὸς ὀνοµάζει, γενήσεται. ἀλλ’ ἡ µὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς φλεβός. πῶς καὶ τίνα τρόπον; ἐν τούτῳ γὰρ δὴ καὶ πρόσθεν γενόµενοι τῷ λόγῳ τῆς τῶν ᾿Ερασιστρατείων διαφωνίας ἐµνηµονεύσαµεν, ἐπεδείξαµεν δὲ καὶ καθ’ ἑκατέρους µὲν ἄπορον εἶναι τὴν τῶν ἁπλῶν ἐκείνων ἀγγείων θρέψιν, ἀλλὰ καὶ κρῖναι τὴν µάχην αὐτῶν οὐκ ὠκνήσαµεν καὶ τιµῆσαι τὸν ᾿Ερασίστρατον εἰς τὴν βελτίονα µεταστήσαντες αἵρεσιν. αὖθις οὖν ἐπὶ τὴν ἓν ἁπλοῦν ἡνωµένον ἑαυτῷ πάντη τὸ στοιχειῶδες ἐκεῖνο νεῦρον ὑποτιθεµένην αἵρεσιν ὁ λόγος µεταβὰς ἐπισκοπείσθω, πῶς τραφήσεται· τὸ γὰρ εὑρεθὲν ἐνταῦθα κοινὸν ἂν ἤδη καὶ τῆς ῾Ιπποκράτους αἱρέσεως γένοιτο. κάλλιον δ’ ἄν µοι δοκῶ τὸ ζητούµενον ἐπὶ τῶν νενοσηκότων καὶ σφόδρα καταλελεπτυσµένων βασανισθῆναι. πάντα γὰρ τούτοις ἐναργῶς φαίνεται τὰ µόρια τοῦ σώµατος ἄτροφα καὶ λεπτὰ καὶ πολλῆς προσθήκης τε καὶ ἀναθρέψεως δεόµενα. καὶ τοίνυν καὶ τὸ νεῦρον τοῦτο τὸ αἰσθητόν, ἐφ’ οὗπερ ἐξ ἀρχῆς ἐποιησάµην τὸν λόγον, ἰσχνὸν µὲν ἱκανῶς γέγονε, δεῖται δὲ θρέψεως. ἔχει δ’ ἐν ἑαυτῷ µέρη πάµπολλα µὲν ἐκεῖνα τὰ πρῶτα καὶ ἀόρατα νεῦρα τὰ σµικρὰ καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας καὶ φλέβας ὁµοίως. ἅπαντ’ οὖν αὐτοῦ τὰ νεῦρα τὰ στοιχειώδη καταλελέπτυνται δηλονότι καὶ αὐτὰ ἤ, εἰ µηδ’ ἐκεῖνα, οὐδὲ τὸ ὅλον. καὶ τοίνυν καὶ θρέψεως οὐ τὸ µὲν ὅλον δεῖται νεῦρον, ἕκαστον δ’ ἐκείνων οὐ δεῖται. καὶ µὴν εἰ δεῖται µὲν ἀναθρέψεως, οὐδὲν δ’ ἡ πρὸς τὸ κενούµενον ἀκολουθία βοηθεῖν αὐτοῖς δύναται διά τε τὰς ἔµπροσθεν εἰρηµένας ἀπορίας καὶ διὰ τὴν ὑπόγυιον ἰσχνότητα, καθάπερ δείξω, ζητητέον ἡµῖν ἐστιν ἑτέραν αἰτίαν θρέψεως. πῶς οὖν ἡ πρὸς τὸ κενούµενον ἀκολουθία τρέφειν ἀδύνατός ἐστι τὸν οὕτω διακείµενον; ὅτι τοσοῦτον ἀκολουθεῖν ἀναγκάζει τῶν συνεχῶν, ὅσον ἀπορρεῖ. τοῦτο δ’ ἐπὶ µὲν τῶν εὐεκτούντων ἱκανόν ἐστιν εἰς τὴν θρέψιν, ἴσα γὰρ ἐπ’ αὐτῶν εἶναι χρὴ τοῖς ἀπορρέουσι τὰ προστιθέµενα· ἐπὶ δὲ τῶν ἐσχάτως ἰσχνῶν καὶ πολλῆς ἀναθρέψεως δεοµένων εἰ µὴ πολλαπλάσιον εἴη τὸ προστιθέµενον τοῦ κενουµένου, τὴν ἐξ ἀρχῆς ἕξιν ἀναλαβεῖν οὐκ ἄν ποτε δύναιντο. δῆλον οὖν, ὡς ἕλκειν αὐτὰ δεήσει τοσούτῳ πλεῖον, ὅσῳ καὶ δεῖται πλείονος. ᾿Ερασίστρατος δὲ κἀνταῦθα πρότερον ποιήσας τὸ δεύτερον οὐκ οἶδ’ ὅπως οὐκ αἰσθάνεται. διότι γάρ, φησί, πολλὴ πρόσθεσις εἰς ἀνάθρεψιν γίγνεται τοῖς νενοσηκόσι, διὰ τοῦτο καὶ ἡ πρὸς ταύτην ἀκολουθία πολλή. πῶς δ’ ἂν πολλὴ πρόσθεσις γένοιτο µὴ προηγουµένης ἀναδόσεως δαψιλοῦς; εἰ δὲ τὴν διὰ τῶν φλεβῶν φορὰν τῆς τροφῆς ἀνάδοσιν καλεῖ, τὴν δ’ εἰς ἕκαστον τῶν ἁπλῶν καὶ ἀοράτων ἐκείνων νεύρων καὶ ἀρτηριῶν µετάληψιν οὐκ ἀνάδοσιν ἀλλὰ διάδοσιν, ὥς τινες ὀνοµάζειν ἠξίωσαν, εἶτα τὴν διὰ τῶν φλεβῶν µόνῃ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ φησὶ γίγνεσθαι, τὴν εἰς τὰ λόγῳ θεωρητὰ µετάληψιν ἡµῖν ἐξηγησάσθω· ὅτι µὲν γὰρ οὐκέτ’ ἐπὶ τούτων ἡ πρὸς τὸ κενούµενον ἀκολουθία λέγεσθαι δύναται καὶ µάλιστ’ ἐπὶ τῶν ἐσχάτως ἰσχνῶν, ἀποδέδεικται. τί δέ φησιν ἐπ’ αὐτῶν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων ὁ ᾿Ερασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως· “τοῖς δ’ ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειµένων ἀγγείων ἡ πρόσθεσις συµβαίνει εἰς τὰ κενώµατα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκοµένης τῆς τροφῆς καὶ καταχωριζοµένης”. ἐκ ταύτης τῆς λέξεως πρῶτον µὲν τὸ κατὰ τὰ πλάγια προσίεµαί τε καὶ ἀποδέχοµαι· κατὰ µὲν γὰρ αὐτὸ τὸ στόµα τὸ ἁπλοῦν νεῦρον οὐκ ἂν δύναιτο δεχόµενον τὴν τροφὴν οὕτως εἰς ὅλον ἑαυτὸ διανέµειν· ἀνάκειται γὰρ ἐκεῖνο τῷ ψυχικῷ πνεύµατι· κατὰ δὲ τὸ πλάγιον ἐκ τῆς παρακειµένης φλεβὸς τῆς ἁπλῆς ἐγχωρεῖ λαβεῖν αὐτό. δεύτερον δ’ ἀποδέχοµαι τῶν ἐκ τῆς ᾿Ερασιστράτου λέξεως ὀνοµάτων τὸ γεγραµµένον ἐφεξῆς τῷ κατὰ τὰ πλάγια. τί γάρ φησι; “κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκοµένης τῆς τροφῆς”. ὅτι µὲν οὖν ἕλκεται, καὶ ἡµεῖς ὁµολογοῦµεν, ὅτι δ’ οὐ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ, δέδεικται πρόσθεν.

7. ᾿Εξεύρωµεν οὖν κοινῇ, πῶς ἕλκεται. πῶς δ’ ἄλλως ἢ ὡς ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας λίθου δύναµιν ἐχούσης ἑλκτικὴν τοιαύτης ποιότητος; ἀλλ’ εἰ τὴν µὲν ἀρχὴν τῆς ἀναδόσεως ἡ τῆς κοιλίας ἔνθλιψις παρέχεται, τὴν δὲ µετὰ ταῦτα φορὰν ἅπασαν αἵ τε φλέβες περιστελλόµεναι καὶ προωθοῦσαι καὶ τῶν τρεφοµένων ἕκαστον ἐπισπώµενον εἰς ἑαυτό, τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἀποστάντες, ὡς οὐ πρεπούσης ἀνδρὶ τεχνικὴν ὑποθεµένῳ τὴν φύσιν, οὕτως ἂν ἤδη καὶ τὴν ἀντιλογίαν εἴηµεν πεφευγότες τὴν ᾿Ασκληπιάδου µὴ δυνάµενοί γε λύειν αὐτήν. τὸ γὰρ εἰς τὴν ἀπόδειξιν παραλαµβανόµενον λῆµµα τὸ διεζευγµένον οὐκ ἐκ δυοῖν ἀλλ’ ἐκ τριῶν ἐστι κατά γε τὴν ἀλήθειαν διεζευγµένον. εἰ µὲν οὖν ὡς ἐκ δυοῖν αὐτῷ χρησαίµεθα, ψεῦδος ἔσται τι τῶν εἰς τὴν ἀπόδειξιν παρειληµµένων· εἰ δ’ ὡς ἐκ τριῶν, ἀπέραντος ὁ λόγος γενήσεται.

8. Καὶ ταῦτ’ οὐκ ἐχρῆν ἀγνοεῖν τὸν ᾿Ερασίστρατον, εἴπερ κἂν ὄναρ ποτὲ τοῖς ἐκ τοῦ περιπάτου συνέτυχεν, ὥσπερ οὖν οὐδὲ τὰ περὶ τῆς γενέσεως τῶν χυµῶν, ὑπὲρ ὧν οὐδὲν ἔχων εἰπεῖν [ἄλλο] οὐδὲ µέχρι τοῦ µετρίου πιθανὸν οἴεται παρακρούεσθαι σκηπτόµενος, ὡς οὐδὲ χρήσιµος ὅλως ἐστὶν ἡ τῶν τοιούτων ἐπίσκεψις. εἶτ’, ὦ πρὸς θεῶν, ὅπως µὲν τὰ σιτία κατὰ τὴν γαστέρα πέττεται χρήσιµον ἐπίστασθαι, πῶς δ’ ἐν ταῖς φλεψὶν ἡ χολὴ γίγνεται, περιττόν; καὶ τῆς κενώσεως ἄρα φροντιστέον αὐτῆς µόνης, ἀµελητέον δὲ τῆς γενέσεως; ὥσπερ οὐκ ἄµεινον ὑπάρχον µακρῷ τὸ κωλύειν εὐθὺς ἐξ ἀρχῆς γεννᾶσθαι πλείονα τοῦ πράγµατ’ ἔχειν ἐκκενοῦντας. θαυµαστὸν δὲ καὶ τὸ διαπορεῖν, εἴτ’ ἐν τῷ σώµατι τὴν γένεσιν αὐτῆς ὑποθετέον εἴτ’ εὐθὺς ἔξωθεν ἐν τοῖς σιτίοις περιέχεσθαι φατέον. εἰ γὰρ δὴ τοῦτο καλῶς ἠπόρηται, τί οὐχὶ καὶ περὶ τοῦ αἵµατος ἐπισκεψόµεθα, πότερον ἐν τῷ σώµατι λαµβάνει τὴν γένεσιν ἢ τοῖς σιτίοις παρέσπαρται, καθάπερ οἱ τὰς ὁµοιοµερείας ὑποτιθέµενοί φασι; καὶ µὴν πολλῷ γ’ ἦν χρησιµώτερον ζητεῖσθαι, ποῖα τῶν σιτίων ὁµολογεῖ τῇ τῆς αἱµατώσεως ἐνεργείᾳ καὶ ποῖα διαφέρεται, τοῦ ζητεῖν, τίνα µὲν τῇ τῆς γαστρὸς ἐνεργείᾳ νικᾶται ῥᾳδίως, τίνα δ’ ἀντιβαίνει καὶ µάχεται. τούτων µὲν γὰρ ἡ ἔκλεξις εἰς πέψιν µόνην, ἐκείνων δ’ εἰς αἵµατος χρηστοῦ διαφέρει γένεσιν. οὐδὲ γὰρ ἴσον ἐστὶν ἢ µὴ καλῶς ἐν τῇ γαστρὶ χυλωθῆναι τὴν τροφὴν ἢ µὴ χρηστὸν αἷµα γεννηθῆναι. πῶς δ’ οὐκ αἰδεῖται τὰς µὲν τῆς πέψεως ἀποτυχίας διαιρούµενος, ὡς πολλαί τ’ εἰσὶ καὶ κατὰ πολλὰς γίγνονται προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱµατώσεως σφαλµάτων οὐδ’ ἄχρι ῥήµατος ἑνὸς οὐδ’ ἄχρι συλλαβῆς µιᾶς φθεγξάµενος; καὶ µὴν εὑρίσκεταί γε καὶ παχὺ καὶ λεπτὸν ἐν ταῖς φλεψὶν αἷµα καὶ τοῖς µὲν ἐρυθρότερον, τοῖς δὲ ξανθότερον, τοῖς δὲ µελάντερον, τοῖς δὲ φλεγµατωδέστερον. εἰ δ’ ὅτι καὶ δυσῶδες οὐχ ἕνα τρόπον ἀλλ’ ἐν πολλαῖς πάνυ διαφοραῖς ἀρρήτοις µὲν λόγῳ, σαφεστάταις δ’ αἰσθήσεσι φαίνεται γιγνόµενον, εἰδείη τις, οὐκ ἂν οἶµαι µετρίως ἔτι καταγνώσεσθαι τῆς ᾿Ερασιστράτου ῥᾳθυµίας αὐτὸν οὕτω γ’ ἀναγκαίαν εἰς τὰ ἔργα τῆς τέχνης θεωρίαν παραλιπόντος· ἐναργῆ γὰρ δὴ καὶ τὰ περὶ τῶν ὑδέρων ἁµαρτήµατα τῇ ῥᾳθυµίᾳ ταύτῃ κατὰ λόγον ἠκολουθηκότα. τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι νοµίζειν πρόσω τοῦ ἥπατος ἰέναι τὸ αἷµα καὶ µηδέποτ’ ἂν ἄλλως ὕδερον δύνασθαι συστῆναι πῶς οὐκ ἐσχάτην ἐνδείκνυται ῥᾳθυµίαν; τό τε µὴ διὰ τὸν σπλῆνα µηδὲ δι’ ἄλλο τι µόριον, ἀλλ’ ἀεὶ διὰ τὸν ἐν τῷ ἥπατι σκίρρον ὕδερον οἴεσθαι γίγνεσθαι τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου καὶ µηδενὶ τῶν ὁσηµέραι γιγνοµένων παρακολουθοῦντος. ἐπὶ µέν γε χρονίαις αἱµορροΐσιν ἐπισχεθείσαις ἢ διὰ κένωσιν ἄµετρον εἰς ψῦξιν ἐσχάτην ἀγαγούσαις τὸν ἄνθρωπον οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις ἤδη τεθεάµεθα συστάντας ὑδέρους, ὥσπερ γε καὶ γυναιξὶν ἥ τε τῆς ἐφ’ ἑκάστῳ µηνὶ καθάρσεως ἀπώλεια παντελὴς καὶ ἄµετρος κένωσις, ὅταν αἱµορραγήσωσί ποθ’ αἱ µῆτραι σφοδρῶς, ἐπεκαλέσαντο πολλάκις ὕδερον καί τισιν αὐτῶν καὶ ὁ γυναικεῖος ὀνοµαζόµενος ῥοῦς εἰς τοῦτ’ ἐτελεύτησε τὸ πάθος, ἵνα τοὺς ἀπὸ τῶν κενεώνων ἀρχοµένους ἢ ἄλλου τινὸς τῶν ἐπικαίρων µορίων ὑδέρους παραλίπω, σαφῶς µὲν καὶ αὐτοὺς ἐξελέγχοντας τὴν ᾿Ερασιστράτειον ὑπόληψιν, ἀλλ’ οὐχ οὕτως ἐναργῶς ὡς οἱ διὰ κατάψυξιν σφοδρὰν τῆς ὅλης ἕξεως ἀποτελούµενοι. πρώτη γὰρ αὕτη γενέσεως ὑδέρων αἰτία διὰ τὴν ἀποτυχίαν τῆς αἱµατώσεως γιγνοµένη τρόπον ὁµοιότατον ταῖς ἐπὶ τῇ τῶν σιτίων ἀπεψίᾳ διαρροίαις. οὐ µὴν ἐσκίρρωταί γε κατὰ τοὺς τοιούτους ὑδέρους οὐδ’ ἄλλο τι σπλάγχνον οὐδὲ τὸ ἧπαρ. ἀλλ’ ᾿Ερασίστρατος ὁ σοφὸς ὑπεριδὼν καὶ καταφρονήσας, ὧν οὔθ’ ῾Ιπποκράτης οὔτε Διοκλῆς οὔτε Πραξαγόρας οὔτε Φιλιστίων ἀλλ’ οὐδὲ τῶν ἀρίστων φιλοσόφων οὐδεὶς κατεφρόνησεν οὔτε Πλάτων οὔτ’ ᾿Αριστοτέλης οὔτε Θεόφραστος, ὅλας ἐνεργείας ὑπερβαίνει καθάπερ τι σµικρὸν καὶ τὸ τυχὸν τῆς τέχνης παραλιπὼν µέρος οὐδ’ ἀντειπεῖν ἀξιώσας, εἴτ’ ὀρθῶς εἴτε καὶ µὴ σύµπαντες οὗτοι θερµῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, τοῖς µὲν ὡς δρῶσι, τοῖς δ’ ὡς πάσχουσι, τὰ κατὰ τὸ σῶµα τῶν ζῴων ἁπάντων διοικεῖσθαί φασι καὶ ὡς τὸ θερµὸν ἐν αὐτοῖς εἴς τε τὰς ἄλλας ἐνεργείας καὶ µάλιστ’ εἰς τὴν τῶν χυµῶν γένεσιν τὸ πλεῖστον δύναται. ἀλλὰ τὸ µὲν µὴ πείθεσθαι τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καὶ πλέον αὐτῶν οἴεσθαί τι γιγνώσκειν ἀνεµέσητον, τὸ δὲ µήτ’ ἀντιλογίας ἀξιῶσαι µήτε µνήµης οὕτως ἔνδοξον δόγµα θαυµαστήν τινα τὴν ὑπεροψίαν ἐνδείκνυται. καὶ µὴν σµικρότατός ἐστι τὴν γνώµην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις ἐν µὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νοµίζουσι φιλοτίµως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷµα νοµίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν. οὐκ ὤκνησε δ’ οὐδὲ τοῖς ἀτµοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νοµίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς τὸν πνεύµονα φέρεσθαι τὸ ποτόν. οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόµενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις· ἐπὶ δὲ τῆς τοῦ αἵµατος γενέσεως οὐδὲν ἀτιµοτέρας οὔσης τῆς ἐν τῇ γαστρὶ χυλώσεως τῶν σιτίων οὔτ’ ἀντειπεῖν τινι τῶν πρεσβυτέρων ἠξίωσεν οὔτ’ αὐτὸς εἰσηγήσασθαί τιν’ ἑτέραν γνώµην ἐτόλµησεν, ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόµενος ἐρεῖν, ὅπως τε γίγνονται καὶ δι’ ὧντινων τοῦ ζῴου µορίων. ἢ τῆς µὲν πέττειν τὰ σιτία πεφυκυίας δυνάµεως ἀρρωστούσης ἀπεπτήσει τὸ ζῷον, τῆς δ’ αἱµατούσης τὰ πεφθέντα οὐδὲν ἔσται πάθηµα τὸ παράπαν, ἀλλ’ ἀδαµαντίνη τις ἡµῖν αὕτη µόνη καὶ ἀπαθής ἐστιν; ἢ ἄλλο τι τῆς ἀρρωστίας αὐτῆς ἔκγονον ὑπάρξει καὶ οὐχ ὕδερος; δῆλος οὖν ἐναργῶς ἐστιν ὁ ᾿Ερασίστρατος ἐξ ὧν ἐν µὲν τοῖς ἄλλοις οὐδὲ ταῖς φαυλοτάταις δόξαις ἀντιλέγειν ὤκνησεν, ἐνταυθοῖ δ’ οὔτ’ ἀντειπεῖν τοῖς πρόσθεν οὔτ’ αὐτὸς εἰπεῖν τι καινὸν ἐτόλµησε, τὸ σφάλµα τῆς ἑαυτοῦ γνωρίζων αἱρέσεως. τί γὰρ ἂν καὶ λέγειν ἔσχεν ὑπὲρ αἵµατος ἄνθρωπος εἰς µηδὲν τῷ συµφύτῳ θερµῷ χρώµενος; τί δὲ περὶ ξανθῆς χολῆς ἢ µελαίνης ἢ φλέγµατος; ὅτι νὴ Δία δυνατόν ἐστιν ἀναµεµιγµένην τοῖς σιτίοις εὐθὺς ἔξωθεν παραγίγνεσθαι τὴν χολήν. λέγει γοῦν ὧδέ πως αὐτοῖς ὀνόµασι· “πότερον δ’ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται τοιαύτη ὑγρασία ἢ µεµιγµένη τοῖς ἔξωθεν προσφεροµένοις παραγίγνεται, οὐδὲν χρήσιµον πρὸς ἰατρικὴν ἐπεσκέφθαι”. καὶ µήν, ὦ γενναιότατε, καὶ κενοῦσθαι χρῆναι φάσκεις ἐκ τοῦ ζῴου τὸν χυµὸν τοῦτον καὶ µεγάλως λυπεῖν, εἰ µὴ κενωθείη. πῶς οὖν οὐδὲν ἐξ αὐτοῦ χρηστὸν ὑπολαµβάνων γίγνεσθαι τολµᾷς ἄχρηστον λέγειν εἰς ἰατρικὴν εἶναι τὴν περὶ τῆς γενέσεως αὐτοῦ σκέψιν; ὑποκείσθω γὰρ ἐν µὲν τοῖς σιτίοις περιέχεσθαι, µὴ διακρίνεσθαι δ’ ἀκριβῶς ἐν ἥπατι· ταῦτα γὰρ ἀµφότερα νοµίζεις εἶναι δυνατά. καὶ µὴν οὐ σµικρὸν ἐνταῦθα τὸ διαφέρον ἢ ἐλαχίστην ἢ παµπόλλην χολὴν ἐν ἑαυτοῖς περιέχοντα προσάρασθαι σιτία. τὰ µὲν γὰρ ἀκίνδυνα [πάντη], τὰ δὲ παµπόλλην περιέχοντα τῷ µὴ δύνασθαι πᾶσαν αὐτὴν ἐν ἥπατι καθαρθῆναι καλῶς αἴτια καταστήσεται τῶν τ’ ἄλλων παθῶν, ὧν αὐτὸς ὁ ᾿Ερασίστρατος ἐπὶ πλήθει χολῆς γίγνεσθαί φησι, καὶ τῶν ἰκτέρων οὐχ ἥκιστα. πῶς οὖν οὐκ ἀναγκαιότατον ἰατρῷ γιγνώσκειν, πρῶτον µέν, ὡς ἐν τοῖς σιτίοις αὐτοῖς ἔξωθεν ἡ χολὴ περιέχεται, δεύτερον δ’, ὡς τὸ µὲν τεῦτλον, εἰ τύχοι, παµπόλλην, ὁ δ’ ἄρτος ἐλαχίστην καὶ τὸ µὲν ἔλαιον πλείστην, ὁ δ’ οἶνος ὀλιγίστην ἕκαστόν τε τῶν ἄλλων ἄνισον τῷ πλήθει περιέχει τὴν χολήν; πῶς γὰρ οὐκ ἂν εἴη γε-λοιότατος, ὃς ἂν ἑκὼν αἱρῆται τὰ πλείονα χολὴν ἐν ἑαυτοῖς περιέχοντα πρὸ τῶν ἐναντίων; τί δ’ εἰ µὴ περιέχεται µὲν ἐν τοῖς σιτίοις ἡ χολή, γίγνεται δ’ ἐν τοῖς τῶν ζῴων σώµασιν; ἢ οὐχὶ καὶ κατὰ τοῦτο χρήσιµον ἐπίστασθαι, τίνι µὲν καταστάσει σώµατος ἕπεται πλείων αὐτῆς ἡ γένεσις, τίνι δ’ ἐλάττων; ἀλλοιοῦν γὰρ δήπου καὶ µεταβάλλειν οἷοί τ’ ἐσµὲν καὶ τρέπειν ἐπὶ τὸ βέλτιον ἀεὶ τὰς µοχθηρὰς καταστάσεις τοῦ σώµατος. ἀλλ’ εἰ µὴ γιγνώσκοιµεν, καθότι µοχθηραὶ καὶ ὅπῃ τῆς δεούσης ἐξίστανται, πῶς ἂν αὐτὰς ἐπανάγειν οἷοί τ’ εἴηµεν ἐπὶ τὸ κρεῖττον; οὔκουν ἄχρηστόν ἐστιν εἰς τὰς ἰάσεις, ὡς ᾿Ερασίστρατός φησιν, ἐπίστασθαι τἀληθὲς αὐτὸ περὶ γενέσεως χολῆς. οὐ µὴν οὐδ’ ἀδύνατον οὐδ’ ἀσαφὲς ἐξευρεῖν, ὅτι µὴ τῷ πλείστην ἐν ἑαυτῷπεριέχειν τὸ µέλι τὴν ξανθὴν χολὴν ἀλλ’ ἐν τῷ σώµατι µεταβαλλόµενον εἰς αὐτὴν ἀλλοιοῦταί τε καὶ τρέπεται. πικρόν τε γὰρ ἂν ἦν γευοµένοις, εἰ χολὴν ἔξωθεν εὐθὺς ἐν ἑαυτῷ περιεῖχεν ἅπασί τ’ ἂν ὡσαύτως τοῖς ἀνθρώποις ἴσον αὐτῆς ἐγέννα τὸ πλῆθος. ἀλλ’ οὐχ ὧδ’ ἔχει τἀληθές. ἐν µὲν γὰρ τοῖς ἀκµάζουσι καὶ µάλιστ’ εἰ φύσει θερµότεροι καὶ βίον εἶεν βιοῦντες ταλαίπωρον, ἅπαν εἰς ξανθὴν χολὴν µεταβάλλει τὸ µέλι· τοῖς γέρουσι δ’ ἱκανῶς ἐστιν ἐπιτήδειον, ὡς ἂν οὐκ εἰς χολὴν ἀλλ’ εἰς αἷµα τὴν ἀλλοίωσιν ἐν ἐκείνοις λαµβάνον. ᾿Ερασίστρατος δὲ πρὸς τῷ µηδὲν τούτων γιγνώσκειν οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς ἐξ ἀρχῆς ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο, µηδὲν εἶναι χρήσιµον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅµα τῷ αἵµατι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναµένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαµαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιµωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν. ἡδέως δ’ ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόµην τοὺς ὁµιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώµαθ’ ἡµῶν ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς ᾿Αριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερµὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα µὲν θερµότερα φύσει, ταῦτα πάντως ἔναιµα, τὰ δ’ ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιµα καὶ διὰ τοῦτο τοῦ χειµῶνος ἀργὰ καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵµατος οὐκ ᾿Αριστοτέλει µόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ ἡµεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, οὐ τὰ καλῶς ἀποδεδειγµένα τοῖς παλαιοῖς λέγειν προὐθέµεθα, µήτε τῇ γνώµῃ µήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάµενοι· τὰ δ’ ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρηµένα διὰ τὸ µηδ’ ὑπονοῆσαι µοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειµµένα τελέως ὑπ’ ἐκείνων ἀξιοῦµεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι. περὶ δὲ τῆς τῶν χυµῶν γενέσεως οὐκ οἶδ’, εἰ ἔχει τις ἕτερον προσθεῖναι σοφώτερον ὧν ῾Ιπποκράτης εἶπε καὶ ᾿Αριστοτέλης καὶ Πραξαγόρας καὶ Φιλότιµος καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν ἀλλοιουµένης τῆς τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐµφύτου θερµασίας αἷµα µὲν ὑπὸ τῆς συµµετρίας τῆς κατ’ αὐτήν, οἱ δ’ ἄλλοι χυµοὶ διὰ τὰς ἀµετρίας γιγνόµενοι· καὶ τούτῳ τῷ λόγῳ πάνθ’ ὁµολογεῖ τὰ φαινόµενα. καὶ γὰρ τῶν ἐδεσµάτων ὅσα µέν ἐστι θερµότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα φλεγµατικώτερα· καὶ τῶν ἡλικιῶν ὡσαύτως χολωδέστεραι µὲν αἱ θερµότεραι φύσει, φλεγµατωδέστεραι δ’ αἱ ψυχρότεραι· καὶ τῶν ἐπιτηδευµάτων δὲ καὶ τῶν χωρῶν καὶ τῶν ὡρῶν καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν αἱ µὲν ψυχρότεραι φλεγµατωδέστεραι, χολωδέστεραι δ’ αἱ θερµότεραι· καὶ νοσηµάτων τὰ µὲν ψυχρὰ τοῦ φλέγµατος ἔκγονα, τὰ δὲ θερµὰ τῆς ξανθῆς χολῆς· καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν τῶν πάντων, ὃ µὴ τούτῳ τῷ λόγῳ µαρτυρεῖ. πῶς δ’ οὐ µέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἑκάστου τῶν µορίων ὡδί πως ἐνεργοῦντος ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι τελέως ἢ ἐµποδίζεσθαί γε τὴν ἐνέργειαν καὶ οὕτω νοσεῖν τὸ ζῷον ἢ ὅλον ἢ κατὰ τὰ µόρια. καὶ τὰ πρῶτά γε καὶ γενικώτατα νοσήµατα τέτταρα τὸν ἀριθµὸν ὑπάρχει θερµότητι καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα. τοῦτο δὲ καὶ αὐτὸς ὁ ᾿Ερασίστρατος ὁµολογεῖ καίτοι µὴ βουλόµενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, µὴ διότι τῆς ἐµφύτου θερµασίας ἡ συµµετρία διέφθαρται, καθάπερ οἱ πρόσθεν ὑπελάµβανον, ἀλλ’ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁµοίως δύναται βεβλαµµένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται. γενοµένου γάρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσµατι, πρὶν µὲν πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν· οὐ γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν οὔθ’ ὁ βουβὼν οὔτε τὸ ἕλκος ἐµποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς κοιλίας· εἰ δὲ πυρέξειεν, εὐθὺς µὲν αἱ πέψεις γίγνονται χείρους, εὐθὺς δὲ καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαµὲν ὀρθῶς λέγοντες. ἀλλ’ ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι χρὴ τῷ λόγῳ. τὸ µὲν γὰρ ἕλκος οὐχ οἷόν τ’ ἦν αὐτὴν βλάπτειν, ὥσπερ οὐδ’ ὁ βουβών· ἦ γὰρ ἂν ἔβλαψε καὶ πρὸ τοῦ πυρετοῦ. εἰ δὲ µὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερµασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερµασίας πλεονεξία. ἀλλ’ ἡ µὲν τῆς κινήσεως ἀλλοίωσις οὐ µόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατ’ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐµπῖπτον πνεῦµα. διὰ λοιπὴν οὖν ἔτι καὶ µόνην τὴν ἄµετρον θερµασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ µὲν γὰρ πνεῦµα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐµπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ µὲν µᾶλλον πέψει τὰ διὰ τὸ πνεῦµα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δ’ ἔτι τὴν παρὰ φύσιν θερµασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύµατι φάναι τιν’ ὑπάρχειν ἰδιότητα, καθ’ ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθ’ ἕτερον τρόπον ἐστὶν ὁµολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦµα, µόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερµασίαν καὶ µάλιστ’ ἐπὶ τοῦ κατὰ τὴν κοιλίαν· οὐδὲ γὰρ πλησιάζει κατ’ οὐδὲν τοῦτο τῷ βουβῶνι. καίτοι τί τῶν ζῴων ἐκείνων, ἐν οἷς ἡ τοῦ πνεύµατος ἰδιότης µέγα δύναται, µνηµονεύω, παρὸν ἐπ’ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀµυδρόν τι καὶ µικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλ’ ὅτι µὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέττουσιν, ὁµολογεῖ καὶ αὐτὸς καὶ τήν γ’ αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς γαστρὸς τὴν ἐνέργειαν. οὐ µὴν ἄλλην γέ τινα πρόφασιν τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερµασίας. ἀλλ’ εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερµασία µὴ κατά τι συµβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναµιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσηµάτων· καὶ µὴν οὐκ ἐνδέχεται τῶν πρώτων µὲν εἶναι νοσηµάτων τὴν ἀµετρίαν τῆς θερµασίας, τὴν δ’ ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας µὴ γίγνεσθαι. οὐδὲ γὰρ δι’ ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσηµάτων ἀλλ’ ἢ διὰ τὴν εὐκρασίαν διαφθειροµένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειροµένης γίγνεσθαι. ὅτι µὲν οὖν καὶ κατ’ αὐτὸν τὸν ᾿Ερασίστρατον ἡ εὐκρασία τοῦ θερµοῦ τῶν ἐνεργειῶν αἰτία, τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναµένοις ἱκανῶς ἀποδεδεῖχθαι νοµίζω. τούτου δ’ ὑπάρχοντος ἡµῖν οὐδὲν ἔτι χαλεπὸν ἐφ’ ἑκάστης ἐνεργείας τῇ µὲν εὐκρασίᾳ τὸ βέλτιον ἕπεσθαι λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν εἴπερ ταῦθ’ οὕτως ἔχει, τὸ µὲν αἷµα τῆς συµµέτρου θερµασίας, τὴν δὲ ξανθὴν χολὴν τῆς ἀµέτρου νοµιστέον ὑπάρχειν ἔγγονον. οὕτω γὰρ καὶ ἡµῖν ἔν τε ταῖς θερ-µαῖς ἡλικίαις καὶ τοῖς θερµοῖς χωρίοις καὶ ταῖς ὥραις τοῦ ἔτους ταῖς θερµαῖς καὶ ταῖς θερµαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερµαῖς κράσεσι τῶν ἀνθρώπων καὶ τοῖς ἐπιτηδεύµασί τε καὶ τοῖς διαιτήµασι καὶ τοῖς νοσήµασι τοῖς θερµοῖς εὐλόγως ἡ ξανθὴ χολὴ πλείστη φαίνεται γιγνοµένη. τὸ δ’ ἀπορεῖν, εἴτ’ ἐν τοῖς σώµασι τῶν ἀνθρώπων ὁ χυµὸς οὗτος ἔχει τὴν γένεσιν εἴτ’ ἐν τοῖς σιτίοις περιέχεται, µηδ’ ὅτι τοῖς ὑγιαίνουσιν ἀµέµπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό τινος περιστάσεως πραγµάτων ἀναγκασθέντες, [ἐφ’ ὧν] πικρὸν µὲν τὸ στόµα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δ’ ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλ’ ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσµον ἐληλυθότος καὶ µήπω τὰ κατ’ αὐτὸν φαινόµενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψοµένων ἐπὶ πλέον ἁλυκώτερον µὲν τὸ πρῶτον, ὕστερον δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ µέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα µὴ φύσει θερµά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτ’ ἐκ φύσεως ὑπάρχει τῷ µέλιτι. διὰ τοῦτ’ οὖν ἑψόµενον οὐ γίγνεται γλυκύτερον· ὅσον γὰρ ἐχρῆν εἶναι θερµότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν ἔξωθεν τοῖς ἐλλιπῶς θερµοῖς ἦν ὠφέλιµον, τοῦτ’ ἐκείνῳ βλάβη τε καὶ ἀµετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόµενον ἀποδείκνυται πικρόν. δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερµοῖς φύσει καὶ τοῖς ἀκµάζουσιν εἰς χολὴν ἑτοίµως µεταβάλλεται. θερµῷ γὰρ θερµὸν πλησιάζον εἰς ἀµετρίαν κράσεως ἑτοίµως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόµενον, οὐχ αἷµα. δεῖται τοίνυν ψυχρᾶς µὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δ’ ἡλικίας, ἵν’ εἰς αἵµατος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν ῾Ιπποκράτης τοῖς φύσει πικροχόλοις µὴ προσφέρειν τὸ µέλι, ὡς ἂν θερµοτέρας δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήµασι τοῖς πικροχόλοις πολέµιον εἶναι τὸ µέλι καὶ τῇ τῶν γερόντων ἡλικίᾳ φίλιον οὐχ ῾Ιπποκράτης µόνον ἀλλὰ καὶ πάντες ἰατροὶ λέγουσιν, οἱ µὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναµιν ἐνδειξαµένης εὑρόντες, οἱ δ’ ἐκ τῆς πείρας µόνης. οὐδὲ γὰρ οὐδὲ τοῖς ἀπὸ τῆς ἐµπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα τετήρηται γιγνόµενον, ἀλλὰ χρηστὸν µὲν γέροντι, νέῳ δ’ οὐ χρηστόν, καὶ τῷ µὲν φύσει πικροχόλῳ βλαβερόν, ὠφέλιµον δὲ τῷ φλεγµατώδει· καὶ τῶν νοσηµάτων ὡσαύτως τοῖς µὲν πικροχόλοις ἐχθρόν, τοῖς δὲ φλεγµατώδεσι φίλιον· ἑνὶ δὲ λόγῳ τοῖς µὲν θερµοῖς σώµασιν ἢ διὰ φύσιν ἢ διὰ νόσον ἢ δι’ ἡλικίαν ἢ δι’ ὥραν ἢ διὰ χώραν ἢ δι’ ἐπιτήδευµα χολῆς γεννητικόν, αἵµατος δὲ τοῖς ἐναντίοις. καὶ µὴν οὐκ ἐνδέχεται ταὐτὸν ἔδεσµα τοῖς µὲν χολὴν γεννᾶν, τοῖς δ’ αἷµα µὴ οὐκ ἐν τῷ σώµατι τῆς γενέσεως αὐτῶν ἐπιτελουµένης. εἰ γὰρ δὴ οἴκοθέν γε καὶ παρ’ ἑαυτοῦ τῶν ἐδεσµάτων ἕκαστον ἔχον καὶ οὐκ ἐν τοῖς τῶν ζῴων σώµασι µεταβαλλόµενον ἐγέννα τὴν χολήν, ἐν ἅπασιν ἂν ὁµοίως αὐτὴν τοῖς σώµασιν ἐγέννα καὶ τὸ µὲν πικρὸν ἔξω γευοµένοις ἦν ἂν οἶµαι χολῆς ποιητικόν, εἰ δέ τι γλυκὺ καὶ χρηστόν, οὐκ ἂν οὐδὲ τὸ βραχύτατον ἐξ αὐτοῦ χολῆς ἐγεννᾶτο. καὶ µὴν οὐ τὸ µέλι µόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν γλυκέων τοῖς προειρηµένοις σώµασι τοῖς δι’ ὁτιοῦν τῶν εἰρηµένων θερµοῖς οὖσιν εἰς χολὴν ἑτοίµως ἐξίσταται. καίτοι ταῦτ’ οὐκ οἶδ’ ὅπως ἐξηνέχθην εἰπεῖν οὐ προελόµενος ἀλλ’ ὑπ’ αὐτῆς τοῦ λόγου τῆς ἀκολουθίας ἀναγκασθείς. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν ᾿Αριστοτέλει τε καὶ Πραξαγόρᾳ τὴν ῾Ιπποκράτους καὶ Πλάτωνος γνώµην ὀρθῶς ἐξηγησαµένοις.

9. Μὴ τοίνυν ὡς ἀποδείξεις ὑφ’ ἡµῶν εἰρῆσθαι νοµίζειν τὰ τοιαῦτα µᾶλλον ἢ περὶ τῆς τῶν ἄλλως γιγνωσκόντων ἀναισθησίας ἐνδείξεις, οἳ µηδὲ τὰ πρὸς ἁπάντων ὁµολογούµενα καὶ καθ’ ἑκάστην ἡµέραν φαινόµενα γιγνώσκουσιν· τὰς δ’ ἀποδείξεις αὐτῶν τὰς κατ’ ἐπιστήµην ἐξ ἐκείνων χρὴ λαµβάνειν τῶν ἀρχῶν, ὧν ἤδη καὶ πρόσθεν εἴποµεν, ὡς τὸ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα τοῖς σώµασιν ὑπάρχει κατὰ τὸ θερµὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. καὶ εἴτε φλέβας εἴθ’ ἧπαρ εἴτ’ ἀρτηρίας εἴτε καρδίαν εἴτε κοιλίαν εἴτ’ ἄλλο τι µόριον ἐνεργεῖν τις φήσειεν ἡντινοῦν ἐνέργειαν, ἀφύκτοις ἀνάγκαις ἀναγκασθήσεται διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὁµολογῆσαι τὴν ἐνέργειαν ὑπάρχειν αὐτῷ. διὰ τί γὰρ ἡ γαστὴρ περιστέλλεται τοῖς σιτίοις, διὰ τί δ’ αἱ φλέβες αἷµα γεννῶσι, παρὰ τῶν ᾿Ερασιστρατείων ἐδεόµην ἀκοῦσαι. τὸ γὰρ ὅτι περιστέλλεται µόνον αὐτὸ καθ’ ἑαυτὸ γιγνώσκειν οὐδέπω χρηστόν, εἰ µὴ καὶ τὴν αἰτίαν εἰδείηµεν· οὕτω γὰρ ἂν οἶµαι καὶ τὰ σφάλµατα θεραπεύσαιµεν. οὐ µέλει, φασίν, ἡµῖν οὐδὲ πολυπραγµονοῦµεν ἔτι τὰς τοιαύτας αἰτίας· ὑπὲρ ἰατρὸν γάρ εἰσι καὶ τῷ φυσικῷ προσήκουσι. πότερον οὖν οὐδ’ ἀντερεῖτε τῷ φάσκοντι τὴν µὲν εὐκρασίαν τὴν κατὰ φύσιν αἰτίαν εἶναι τῆς ἐνεργείας ἑκάστῳ τῶν ὀργάνων, τὴν δ’ αὖ δυσκρασίαν νόσον τ’ ἤδη καλεῖσθαι καὶ πάντως ὑπ’ αὐτῆς βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ µέσον ἑκατέρου τούτων πράξετε µήθ’ ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόµενοι µήτ’ ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλ’ ἀπορητικοί τινες ἐξαίφνης καὶ Πυρρώνειοι γενήσεσθε; καὶ µὴν εἰ τοῦτο δράσετε, τὴν ἐµπειρίαν ἀναγκαῖον ὑµῖν προστήσασθαι. τῷ γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαµάτων εὐποροίητε τὴν οὐσίαν ἑκάστου τῶν νοσηµάτων ἀγνοοῦντες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐµπειρικοὺς ὑµᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγµαθ’ ἡµῖν παρέχετε φυσικὰς ἐνεργείας ἐπαγγελλόµενοι ζητεῖν ἰάσεως ἕνεκεν; εἰ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξοµεν ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναµίας; ἐγὼ µέν φηµι τὴν µὲν ὑπερτεθερµασµένην ἐµψυκτέον ἡµῖν εἶναι, τὴν δ’ ἐψυγµένην θερµαντέον· οὕτω δὲ καὶ τὴν ἐξηρασµένην ὑγραντέον, τὴν δ’ ὑγρασµένην ξηραντέον. ἀλλὰ καὶ κατὰ συζυγίαν, εἰ θερµοτέρα τοῦ κατὰ φύσιν ἅµα καὶ ξηροτέρα τύχοι γεγενηµένη, κεφάλαιον εἶναι τῆς ἰάσεως ἐµψύχειν θ’ ἅµα καὶ ὑγραίνειν· εἰ δ’ αὖ ψυχροτέρα τε καὶ ὑγροτέρα, θερµαίνειν τε καὶ ξηραίνειν κἀπὶ τῶν ἄλλων ὡσαύτως· οἱ δ’ ἀπ’ ᾿Ερασιστράτου τί ποτε καὶ πράξουσιν οὐδ’ ὅλως ζητεῖν τῶν ἐνεργειῶν τὰς αἰτίας ὁµολογοῦντες; ὁ γάρ τοι καρπὸς τῆς περὶ τῶν ἐνεργειῶν ζητήσεως οὗτός ἐστι, τὸ τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότα εἰς τὸ κατὰ φύσιν ἐπανάγειν αὐτάς, ὡς αὐτό γε [τοῦτο] µόνον τὸ γνῶναι τὴν ἑκάστου τῶν ὀργάνων ἐνέργειαν ἥτις ἐστὶν οὔπω χρηστὸν εἰς τὰς ἰάσεις. ᾿Ερασίστρατος δέ µοι δοκεῖ καὶ αὐτὸ τοῦτ’ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώµατι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν µὴ κατά τι συµβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθ’ ἑαυτήν, αὕτη τὸ νόσηµά ἐστιν αὐτό. πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσηµάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τ’ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ µὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον ᾿Ερασίστρατος ἠξίωσε ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία· τὸ δ’ ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας καὶ τὸ αἷµα καὶ αὐτὸ τὸ πῶς παρέλιπεν. ἀλλ’ οὔθ’ ῾Ιπποκράτης οὔτ’ ἄλλος τις ὧν ὀλίγῳ πρόσθεν ἐµνηµόνευσα φιλοσόφων ἢ ἰατρῶν ἄξιον ᾤετ’ εἶναι παραλιπεῖν· ἀλλὰ τὴν κατὰ φύσιν ἐν ἑκάστῳ ζῴῳ θερµασίαν εὔκρατόν τε καὶ µετρίως ὑγρὰν οὖσαν αἵµατος εἶναί φασι γεννητικὴν καὶ δι’ αὐτό γε τοῦτο καὶ τὸ αἷµα θερµὸν καὶ ὑγρὸν εἶναί φασι τῇ δυνάµει χυµόν, ὥσπερ τὴν ξανθὴν χολὴν θερµὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι µάλισθ’ ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατὰ φαντασίαν ὑγρὸν τοῦ κατὰ δύναµιν. ἢ τίς οὐκ οἶδεν, ὡς ἅλµη µὲν καὶ θάλαττα ταριχεύει τὰ κρέα καὶ ἄσηπτα διαφυλάττει, τὸ δ’ ἄλλο πᾶν ὕδωρ τὸ πότιµον ἑτοίµως διαφθείρει τε καὶ σήπει; τίς δ’ οὐκ οἶδεν, ὡς ξανθῆς χολῆς ἐν τῇ γαστρὶ περιεχοµένης πολλῆς ἀπαύστῳ δίψει συνεχόµεθα καὶ ὡς ἐµέσαντες αὐτὴν εὐθὺς ἄδιψοι γιγνόµεθα µᾶλλον ἢ εἰ πάµπολυ ποτὸν προσηράµεθα; θερµὸς οὖν εὐλόγως ὁ χυµὸς οὗτος εἴρηται καὶ ξηρὸς κατὰ δύναµιν, ὥσπερ γε καὶ τὸ φλέγµα ψυχρὸν καὶ ὑγρόν. ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις ῾Ιπποκράτει τε καὶ τοῖς ἄλλοις εἴρηνται παλαιοῖς. Πρόδικος δ’ ἐν τῷ περὶ φύσεως ἀνθρώπου γράµµατι τὸ συγκε-καυµένον καὶ οἷον ὑπερωπτηµένον ἐν τοῖς χυµοῖς ὀνοµάζων φλέγµα παρὰ τὸ πεφλέχθαι τῇ λέξει µὲν ἑτέρως χρῆται, φυλάττει µέντοι τὸ πρᾶγµα κατὰ ταὐτὸ τοῖς ἄλλοις. τὴν δ’ ἐν τοῖς ὀνόµασι τἀνδρὸς τούτου καινοτοµίαν ἱκανῶς ἐνδείκνυται καὶ Πλάτων. ἀλλὰ τοῦτό γε τὸ πρὸς ἁπάντων ἀνθρώπων ὀνοµαζόµενον φλέγµα τὸ λευκὸν τὴν χρόαν, ὃ βλένναν ὀνοµάζει Πρόδικος, ὁ ψυχρὸς καὶ ὑγρὸς χυµός ἐστιν οὗτος καὶ πλεῖστος τοῖς τε γέρουσι καὶ τοῖς ὁπωσδήποτε ψυγεῖσιν ἀθροίζεται καὶ οὐδεὶς οὐδὲ µαινόµενος ἂν ἄλλο τι ἢ ψυχρὸν καὶ ὑγρὸν εἴποι ἂν αὐτόν. ἆρ’ οὖν θερµὸς µέν τίς ἐστι καὶ ὑγρὸς χυµὸς καὶ θερµὸς καὶ ξηρὸς ἕτερος καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δ’ ἐστὶ ψυχρὸς καὶ ξηρὸς τὴν δύναµιν, ἀλλ’ ἡ τετάρτη συζυγία τῶν κράσεων ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα µόνοις τοῖς χυµοῖς οὐχ ὑπάρχει; καὶ µὴν ἥ γε µέλαινα χολὴ τοιοῦτός ἐστι χυµός, ὃν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν τῶν µὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ µάλιστα, τῶν δ’ ἡλικιῶν ἐν ταῖς µετὰ τὴν ἀκµήν. οὕτω δὲ καὶ διαιτήµατα καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν· οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ µόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νοµίζουσιν ἀλλ’ ὥσπερ τὰς ἄλλας τρεῖς οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι. ηὐξάµην οὖν κἀνταῦθ’ ἐρωτῆσαι δύνασθαι τὸν ᾿Ερασίστρατον, εἰ µηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδηµιούργησε καθαρτικὸν τοῦ τοιούτου χυµοῦ, ἀλλὰ τῶν µὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ σµικρόν, ὁ δὲ τούτων κακοηθέστερος χυµὸς ἀλᾶται διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναµεµιγµένος τῷ αἵµατι. καίτοι “δυσεντερίη”, φησί που ῾Ιπποκράτης, “ἢν ἀπὸ χολῆς µελαίνης ἄρξηται, θανάσιµον”, οὐ µὴν ἥ γ’ ἀπὸ τῆς ξανθῆς χολῆς ἀρχοµένη πάντως ὀλέθριος, ἀλλ’ οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριµυτέρα τὴν δύναµιν ἡ µέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρ’ οὖν οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν τοῦ ῾Ιπποκράτους γραµµάτων ὁ ᾿Ερασίστρατος οὐδὲν οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἵν’ οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυµῶν ἐπίσκεψιν, ἢ γιγνώσκει µέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν µηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι µηδ’ ἀσχηµονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον µάτην ἡγούµενον κατεσκευάσθαι. καὶ µὴν οὐχ ῾Ιπποκράτης µόνον ἢ Πλάτων, οὐδέν τι χείρους ᾿Ερασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷµα καὶ τοῦτ’ εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ µυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάµενος ὑπερφρονεῖν ὁ γενναῖος ᾿Ερασίστρατος οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως τῆς δόξης αὐτῶν ἐµνηµόνευσε. καὶ µὴν ὅσοις γε τὸ σῶµα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν ῾Ιπποκράτης, καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁρµώµενοι πάντες ὁµολογοῦσιν ἰατροί. καὶ ὅσοις γ’ αὖ µέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυµα τὰ σώµατα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ ῾Ιπποκράτης µόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁµολογοῦσιν ἰατροί. καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι µελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ µέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν µελαγχολικὸν χυµόν, ἀκάθαρτον µὲν τὸ αἷµα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶµα. πότε δ’ ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείµενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος µελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναµιν ἔχοντι σύµφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ µελάντερον γίγνεσθαι τὸ αἷµα. ταῦτ’ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσηµάτων καὶ τὰς ἰάσεις µεγίστην παρεχόµενα χρείαν ὑπερεπήδησε τελέως ὁ ᾿Ερασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ µηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλ’ ἀεὶ φιλοτίµως ἀντιλέγων ταῖς ἠλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ’ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτ’ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ µηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ’ ἡµεῖς γε πρῶτον µὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φύσεις, τοῦ θερµοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δ’ ἐξ αὐτῶν τῶν ἐναργῶς φαινοµένων κατὰ τὸ σῶµα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυµὸν ἀπεδείξαµεν. ἑξῆς δ’, ὅτι καὶ µελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι µάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγµένων ἀναµνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόµεθα. τί δ’ ἂν εἴη λεῖπον ἄλλο γ’ ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυµῶν γένεσιν οἱ παλαιοὶ συµβαίνειν. ἐναργέστερον δ’ ἂν γνωσθείη διὰ παραδείγµατος. οἶνον δή µοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιµµένον ζέοντά τε καὶ ἀλλοιούµενον ὑπὸ τῆς ἐν αὐτῷ θερµασίας· ἔπειτα κατὰ τὴν αὐτοῦ µεταβολὴν δύο γεννώµενα περιττώµατα τὸ µὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ µὲν ἄνθος, οἶµαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ µὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δ’ ἑτέρῳ τὴν µέλαιναν εἰκάζων οὐκ ἂν ἁµάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυµῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ µὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται· καὶ γὰρ ὀνοµάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁµοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δ’ αὖ µέλαινα κακοηθεστέρα µὲν πολὺ καὶ αὕτη τῆς κατὰ φύσιν· ὄνοµα δ’ οὐδὲν ἴδιον κεῖται τῷ τοιούτῳ χυµῷ, πλὴν εἴ πού τινες ἢ ξυστικὸν ἢ ὀξώδη κεκλήκασιν αὐτόν, ὅτι καὶ δριµὺς ὁµοίως ὄξει γίγνεται καὶ ξύει γε τὸ σῶµα τοῦ ζῴου καὶ τὴν γῆν, εἰ κατ’ αὐτῆς ἐκχυθείη, καί τινα µετὰ ποµφολύγων οἷον ζύµωσίν τε καὶ ζέσιν ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ τῷ κατὰ φύσιν ἔχοντι χυµῷ τῷ µέλανι. καί µοι δοκοῦσιν οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ µὲν τὸ κατὰ φύσιν ἔχον τοῦ τοιούτου χυµοῦ καὶ διαχωροῦν κάτω καὶ πολλάκις ἐπιπολάζον ἄνω µέλανα καλεῖν χυµόν, οὐ µέλαιναν χολήν, τὸ δ’ ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν ὀξεῖαν µεθιστάµενον ποιότητα µέλαιναν ὀνοµάζειν χολήν. ἀλλὰ περὶ µὲν τῶν ὀνοµάτων οὐ χρὴ διαφέρεσθαι, τὸ δ’ ἀληθὲς ὧδ’ ἔχον εἰδέναι. κατὰ τὴν τοῦ αἵµατος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐµφερόµενον τῇ τροφῇ µὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐµφύτου θερµασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δ’ ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δ’ ἂν τοῦτο τὸ θερµότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε µέλι καὶ ἡ πιµελή, ξανθὴ γενόµενον χολὴ διὰ τῶν χοληδόχων ὀνοµαζοµένων ἀγγείων ἐκκαθαίρεται. λεπτὸν δ’ ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ ῥυτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν ὠῶν ὅµοιον λεκίθοις. τοῦτο µὲν γὰρ ἤδη παρὰ φύσιν· θάτερον δὲ τὸ πρότερον εἰρηµένον κατὰ φύσιν ἐστίν· ὥσπερ γε καὶ τοῦ µέλανος χυµοῦ τὸ µὲν µήπω τὴν οἷον ζέσιν τε καὶ ζύµωσιν τῆς γῆς ἐργαζόµενον κατὰ φύσιν ἐστί, τὸ δ’ εἰς τοιαύτην µεθιστάµενον ἰδέαν τε καὶ δύναµιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως τοῦ παρὰ φύσιν θερµοῦ προσειληφὸς δριµύτητα καὶ οἷον τέφρα τις ἤδη γεγονός. ὧδέ πως καὶ ἡ κεκαυµένη τρὺξ τῆς ἀκαύστου διήνεγκε. θερµὸν γάρ τι χρῆµα αὕτη γ’ ἱκανῶς ἐστιν, ὥστε καίειν τε καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα. τῇ δ’ ἑτέρᾳ τῇ µήπω κεκαυµένῃ τοὺς ἰατροὺς ἔστιν εὑρεῖν χρωµένους εἰς ὅσαπερ καὶ τῇ γῇ τῇ καλουµένῃ κεραµίτιδι καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν θ’ ἅµα καὶ ψύχειν πέφυκεν. εἰς τὴν τῆς οὕτω συγκαυθείσης µελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη µεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθ’ οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερµασίᾳ. τὰ δ’ ἄλλα τῶν χολῶν εἴδη σύµπαντα τὰ µὲν ἐκ τῆς τῶν εἰρηµένων κράσεως γίγνεται, τὰ δ’ οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα µεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς µὲν ἀκράτους εἶναι καὶ µόνας, τὰ δ’ οἷον ὀρροῖς τισιν ἐξυγρασµένας. ἀλλ’ οἱ µὲν ὀρροὶ τῶν χυµῶν ἅπαντες περιττώµατα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶµα. τῶν δ’ εἰρηµένων χυµῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷµα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου µέρος, ὅσον καὶ οἷον, εἴπερ εἰς ὅλον ἠνέχθη τοῦ ζῴου τὸ σῶµα, βλάβην ἄν τιν’ εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι µεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει· τὸ δ’ ἄλλο τὸ µετρίως παχὺ σὺν τῷ κατειργάσθαι πάντη φέρεται. δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζῴου µορίοις παχύτητός τινος τὸ αἷµα καθάπερ οἶµαι καὶ τῶν ἐµφεροµένων ἰνῶν. καὶ εἴρηται µὲν καὶ Πλάτωνι περὶ τῆς χρείας αὐτῶν, εἰρήσεται δὲ καὶ ἡµῖν ἐν ἐκείνοις τοῖς γράµµασιν, ἐν οἷς ἂν τὰς χρείας τῶν µορίων διερχώµεθα· δεῖται δ’ οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυµοῦ τοῦ µήπω πυρώδους ἐσχάτως γεγενηµένου τὸ αἷµα καὶ τίς αὐτῷ καὶ ἡ παρὰ τοῦδε χρεία, δι’ ἐκείνων εἰρήσεται. φλέγµατος δ’ οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡµίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλ’ ἐν τῷ σώµατι µένον ἀλλοιοῦσθαι. τὸ δ’ ἐξ ἐγκεφάλου καταρρέον περίττωµα τάχα µὲν ἂν οὐδὲ φλέγµα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνοµάζεται, καλοίη. εἰ δὲ µή, ἀλλ’ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτ’ ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάµενον φλέγµα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασµένον τῇ φύσει µηχάνηµα δι’ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑποµνηµάτων. ὅσον οὖν ἐµφέρεται ταῖς φλεψὶ φλέγµα χρήσιµον ὑπάρχον τοῖς ζῴοις, οὐδεµιᾶς δεῖται κενώσεως. προσέχειν δὲ χρὴ κἀνταῦθα τὸν νοῦν καὶ γιγνώσκειν, ὥσπερ τῶν χολῶν ἑκατέρας τὸ µέν τι χρήσιµόν ἐστι καὶ κατὰ φύσιν τοῖς ζῴοις, τὸ δ’ ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ φλέγµατος, ὅσον µὲν ἂν ᾖ γλυκύ, χρηστὸν εἶναι τοῦτο τῷ ζῴῳ καὶ κατὰ φύσιν, ὅσον δ’ ὀξὺ καὶ ἁλµυρὸν ἐγένετο, τὸ µὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δ’ ἁλµυρὸν διασεσῆφθαι. τελείαν δ’ ἀπεψίαν φλέγµατος ἀκούειν χρὴ τὴν τῆς δευτέρας πέψεως δηλονότι τῆς ἐν φλεψίν· οὐ γὰρ δὴ τῆς γε πρώτης τῆς κατὰ τὴν κοιλίαν· ἢ οὐδ’ ἂν ἐγεγένητο τὴν ἀρχὴν χυµός, εἰ καὶ ταύτην διεπεφεύγει. ταῦτ’ ἀρκεῖν µοι δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυµῶν ὑποµνήµατ’ εἶναι τῶν ῾Ιπποκράτει τε καὶ Πλάτωνι καὶ ᾿Αριστοτέλει καὶ Πραξαγόρᾳ καὶ Διοκλεῖ καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν εἰρηµένων· οὐ γὰρ ἐδικαίωσα πάντα µεταφέρειν εἰς τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραµµένα. τοσοῦτον δὲ µόνον ὑπὲρ ἑκάστου εἶπον, ὅσον ἐξορµήσει τε τοὺς ἐντυγχάνοντας, εἰ µὴ παντάπασιν εἶεν σκαιοί, τοῖς τῶν παλαιῶν ὁµιλῆσαι γράµµασι καὶ τὴν εἰς τὸ ῥᾷον αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ δι’ ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου χυµῶν. εἰ γὰρ καὶ ὅτι µάλιστα δέκα ποιεῖ χωρὶς τοῦ αἵµατος, ἑνδέκατος γὰρ ἂν εἴη χυµὸς αὐτὸ τὸ αἷµα, τῆς ῾Ιπποκράτους οὐκ ἀποχωρεῖ διδασκαλίας. ἀλλ’ εἰς εἴδη τινὰ καὶ διαφορὰς τέµνει τοὺς ὑπ’ ἐκείνου πρώτου πάντων ἅµα ταῖς οἰκείαις ἀποδείξεσιν εἰρηµένους χυµούς. ἐπαινεῖν µὲν οὖν χρὴ τούς τ’ ἐξηγησαµένους τὰ καλῶς εἰρηµένα καὶ τοὺς εἴ τι παραλέλειπται προστιθέντας· οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ἄρξασθαί τε καὶ τελειῶσαι· µέµφεσθαι δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς µηδὲν ὑποµένειν µαθεῖν τῶν ὀρθῶς εἰρηµένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίµους, ὥστ’ ἐπιθυµίᾳ νεωτέρων δογµάτων ἀεὶ πανουργεῖν τι καὶ σοφίζεσθαι, τὰ µὲν ἑκόντας παραλιπόντας, ὥσπερ ᾿Ερασίστρατος ἐπὶ τῶν χυµῶν ἐποίησε, τὰ δὲ πανούργως ἀντιλέγοντας, ὥσπερ αὐτός θ’ οὗτος καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων. ἀλλ’ οὗτος µὲν ὁ λόγος ἐνταυθοῖ τελευτάτω, τὸ δ’ ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ προσθήσω.

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ

1. ῞Οτι µὲν οὖν ἡ θρέψις ἀλλοιουµένου τε καὶ ὁµοιουµένου γίγνεται τοῦ τρέφοντος τῷ τρεφοµένῳ καὶ ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζῴου µορίων ἐστί τις δύναµις, ἣν ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν µὲν κατὰ γένος, ὁµοιωτικὴν δὲ καὶ θρεπτικὴν κατ’ εἶδος ὀνοµάζοµεν, ἐν τῷ πρόσθεν δεδήλωται λόγῳ. τὴν δ’ εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν ἑαυτῷ ποιεῖται τὸ τρεφόµενον, ἐξ ἑτέρας τινὸς ἔχειν ἐδείκνυτο δυνάµεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυµόν, εἶναι δ’ οἰκεῖον ἑκάστῳ τῶν µορίων χυµόν, ὃς ἂν ἐπιτήδειος εἰς τὴν ἐξοµοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν αὐτὸν δύναµιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ ἐπισπαστικὴν ὀνοµάζεσθαι. δέδεικται δὲ καί, ὡς πρὸ µὲν τῆς ὁµοιώσεως ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δ’ ἔµπροσθεν ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς κατὰ τὴν ἐπισπαστικὴν δύναµιν ἐνεργείας. αὐτὸ µὲν γὰρ τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον τῶν µορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάµεως, τὸ δ’ ἤδη παρῆχθαί τε καὶ προστίθεσθαι τῷ µορίῳ τὸ τέλος ἐστὶν αὐτό, δι’ ὃ καὶ τῆς τοιαύτης ἐνεργείας ἐδεήθηµεν· ἵνα γὰρ προστεθῇ, διὰ τοῦθ’ ἕλκεται. χρόνου δ’ ἐντεῦθεν ἤδη πλείονος εἰς τὴν θρέψιν τοῦ ζῴου δεῖ· ἑλχθῆναι µὲν γὰρ καὶ διὰ ταχέων τι δύναται, προσφῦναι δὲ καὶ ἀλλοιωθῆναι καὶ τελέως ὁµοιωθῆναι τῷ τρεφοµένῳ καὶ µέρος αὐτοῦ γενέσθαι παραχρῆµα µὲν οὐχ οἷόν τε, χρόνῳ δ’ ἂν πλείονι συµβαίνοι καλῶς. ἀλλ’ εἰ µὴ µένοι κατὰ τὸ µέρος ὁ προστεθεὶς οὗτος χυµός, εἰς ἕτερον δέ τι µεθίσταιτο καὶ παραρρέοι διὰ παντὸς ἀµείβων τε καὶ ὑπαλλάττων τὰ χωρία, κατ’ οὐδὲν αὐτῶν οὔτε πρόσφυσις οὔτ’ ἐξοµοίωσις ἔσται. δεῖ δὲ κἀνταῦθά τινος τῇ φύσει δυνάµεως ἑτέρας εἰς πολυχρόνιον µονὴν τοῦ προστεθέντος τῷ µορίῳ χυµοῦ καὶ ταύτης οὐκ ἔξωθέν ποθεν ἐπιρρεούσης ἀλλ’ ἐν αὐτῷ τῷ θρεψοµένῳ κατῳκισµένης, ἣν ἀπὸ τῆς ἐνεργείας πάλιν οἱ πρὸ ἡµῶν ἠναγκάσθησαν ὀνοµάσαι καθεκτικήν. ὁ µὲν δὴ λόγος ἤδη σαφῶς ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάµεως καὶ ὅστις ἀκολουθίας σύνεσιν ἔχει, πέπεισται βεβαίως ἐξ ὧν εἴποµεν, ὡς ὑποκειµένου τε καὶ προαποδεδειγµένου τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζῴου κηδεµονικὴν ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην δύναµιν.

2. ᾿Αλλ’ ἡµεῖς οὐ τούτῳ µόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισµένοι χρῆσθαι, προστιθέντες δ’ αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινοµένων ἀναγκαζούσας τε καὶ βιαζοµένας πίστεις ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόµεθα καὶ δείξοµεν ἐπὶ µέν τινων µορίων τοῦ σώµατος οὕτως ἐναργῆ τὴν καθεκτικὴν δύναµιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον µὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κἀνταῦθα φωραθῆναι δυναµένην. ἀρξώµεθ’ οὖν τῆς διδασκαλίας ἀπ’ αὐτοῦ τοῦ τέως πρῶτον µεθόδῳ τινὶ προχειρίσασθαι µόρι’ ἄττα τοῦ σώµατος, ἐφ’ ὧν ἀκριβῶς ἔστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναµιν ὁποία ποτ’ ἐστίν. ἆρ’ οὖν ἄµεινον ἄν τις ἑτέρωθεν ἢ ἀπὸ τῶν µεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐµοὶ µὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ µέγεθος· ὡς τά γε σµικρὰ τάχ’ ἄν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναµιν, ἀλλ’ οὐκ αἰσθήσει γ’ ἑτοίµην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς. ἀλλ’ ἔστιν ἐν τοῖς µάλιστα κοιλότατα καὶ µέγιστα τῶν τοῦ ζῴου µορίων ἥ τε γαστὴρ καὶ <αἱ> µῆτραί τε καὶ ὑστέραι καλούµεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαµένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι µὲν καὶ πρὸ τῆς ἀνατοµῆς δῆλαι, τὴν ἐξέτασιν ἐφ’ ἡµῶν αὐτῶν ποιουµένους, ὅσαι δ’ ἀµυδρότεραι, τὰ παραπλήσια διαιροῦντας ἀνθρώπῳ ζῷα, οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουµένης δυνάµεως καὶ τῶν ἀνοµοίων ἐνδειξοµένων, ἀλλ’ ὡς ἵν’ ἅµα τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφ’ ἡµῶν αὐτῶν ἐγνωκότες εἴς τε τὰς διαγνώσεις τῶν νοσηµάτων καὶ τὰς ἰάσεις [αὐτῶν] εὐπορώτεροι γιγνώµεθα. περὶ µὲν οὖν ἀµφοτέρων τῶν ὀργάνων ἅµα λέγειν ἀδύνατον, ἐν µέρει δ’ ὑπὲρ ἑκατέρου ποιησόµεθα τὸν λόγον ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναµένου τὴν καθεκτικὴν δύναµιν ἀρξάµενοι. κατέχει µὲν γὰρ καὶ ἡ γαστὴρ τὰ σιτία, µέχρι περ ἂν ἐκπέψῃ, κατέχουσι δὲ καὶ αἱ µῆτραι τὸ ἔµβρυον, ἔστ’ ἂν τελειώσωσιν· ἀλλὰ πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐµβρύων τελειώσεως χρόνος τῆς τῶν σιτίων πέψεως.

3. Εἰκὸς οὖν καὶ τὴν δύναµιν ἐναργέστερον ἐν ταῖς µήτραις φωράσειν ἡµᾶς τὴν καθεκτικήν, ὅσῳ καὶ πολυχρονιωτέραν τῆς γαστρὸς τὴν ἐνέργειαν κέκτηται. µησὶ γὰρ ἐννέα που ταῖς πλείσταις τῶν γυναικῶν ἐν αὐταῖς τελειοῦται τὰ κυήµατα, µεµυκυίαις µὲν ἅπαντι τῷ αὐχένι, περιεχούσαις δὲ πανταχόθεν αὐτὰ σὺν τῷ χορίῳ. καὶ πέρας γε τῆς τοῦ στόµατος µύσεως καὶ τῆς τοῦ κυουµένου κατὰ τὰς µήτρας µονῆς ἡ χρεία τῆς ἐνεργείας ἐστίν· οὐ γὰρ ὡς ἔτυχεν οὐδ’ ἀλόγως ἱκανὰς περιστέλλεσθαι καὶ κατέχειν τὸ ἔµβρυον ἡ φύσις ἀπειργάσατο τὰς ὑστέρας, ἀλλ’ ἵν’ εἰς τὸ πρέπον ἀφίκηται µέγεθος τὸ κυούµενον. ὅταν οὖν, οὗ χάριν ἐνήργουν τῇ καθεκτικῇ δυνάµει, συµπεπληρωµένον ᾖ, ταύτην µὲν ἀνέπαυσάν τε καὶ εἰς ἠρεµίαν ἐπανήγαγον, ἀντ’ αὐτῆς δ’ ἑτέρᾳ χρῶνται τῇ τέως ἡσυχαζούσῃ, τῇ προωστικῇ. ἦν δ’ ἄρα καὶ τῆς ἐκείνης ἡσυχίας ὅρος ἡ χρεία καὶ τῆς γ’ ἐνεργείας ὡσαύτως ἡ χρεία· καλούσης µὲν γὰρ αὐτῆς ἐνεργεῖ, µὴ καλούσης δ’ ἡσυχάζει. καὶ χρὴ πάλιν κἀνταῦθα καταµαθεῖν τῆς φύσεως τὴν τέχνην, ὡς οὐ µόνον ἐνεργειῶν χρησίµων δυνάµεις ἐνέθηκεν ἑκάστῳ τῶν ὀργάνων, ἀλλὰ καὶ τοῦ τῶν ἡσυχιῶν τε καὶ κινήσεων καιροῦ προὐνοήσατο. καλῶς µὲν γὰρ ἁπάντων γιγνοµένων τῶν κατὰ τὴν κύησιν ἡ ἀποκριτικὴ δύναµις ἡσυχάζει τελέως ὥσπερ οὐκ οὖσα, κακοπραγίας δέ τινος γενοµένης ἢ περὶ τὸ χορίον ἢ περί τινα τῶν ἄλλων ὑµένων ἢ περὶ τὸ κυούµενον αὐτὸ καὶ τῆς τελειώσεως αὐτοῦ παντάπασιν ἀπογνωσθείσης οὐκέτ’ ἀναµένουσι τὸν ἐννεάµηνον αἱ µῆτραι χρόνον, ἀλλ’ ἡ µὲν καθεκτικὴ δύναµις αὐτίκα δὴ πέπαυται καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον ἀργούσῃ, πράττει δ’ ἤδη τι καὶ πραγµατεύεται χρηστὸν ἡ ἀποκριτική τε καὶ προωστική· καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν ἀπὸ τῶν ἐνεργειῶν αὐτῇ τὰ ὀνόµατα θέµενοι καθάπερ καὶ ταῖς ἄλλαις. καί πως ὁ λόγος ἔοικεν ὑπὲρ ἀµφοτέρων ἀποδείξειν ἅµα· καὶ γάρ τοι καὶ διαδεχοµένας αὐτὰς ἀλλήλας καὶ παραχωροῦσαν ἀεὶ τὴν ἑτέραν τῇ λοιπῇ, καθότι ἂν ἡ χρεία κελεύῃ, καὶ τὴν διδασκαλίαν κοινὴν οὐκ ἀπεικός ἐστι δέχεσθαι. τῆς µὲν οὖν καθεκτικῆς δυνάµεως ἔργον περιστεῖλαι τὰς µήτρας τῷ κυουµένῳ πανταχόθεν, ὥστ’ εὐλόγως ἁπτοµέναις µὲν ταῖς µαιευτρίαις τὸ στόµα µεµυκὸς αὐτῶν φαίνεται, ταῖς κυούσαις δ’ αὐταῖς κατὰ τὰς πρώτας ἡµέρας καὶ µάλιστα κατ’ αὐτὴν ἐκείνην, ἐν ᾗπερ ἂν ἡ τῆς γονῆς σύλληψις γένηται, κινουµένων τε καὶ συντρεχουσῶν εἰς ἑαυτὰς τῶν ὑστερῶν αἴσθησις γίγνεται καὶ ἢν ἄµφω ταῦτα συµβῇ, µῦσαι µὲν τὸ στόµα χωρὶς φλεγµονῆς ἤ τινος ἄλλου παθήµατος, αἴσθησιν δὲ τῆς κατὰ τὰς µήτρας κινήσεως ἀκολουθῆσαι, πρὸς αὑτὰς ἤδη τὸ σπέρµα τὸ παρὰ τἀνδρὸς εἰληφέναι τε καὶ κατέχειν αἱ γυναῖκες νοµίζουσι. ταῦτα δ’ οὐχ ἡµεῖς νῦν ἀναπλάττοµεν ἡµῖν αὐτοῖς, ἀλλ’ ἐκ µακρᾶς πείρας δοκιµασθέντα πᾶσι γέγραπται σχεδόν τι τοῖς περὶ τούτων πραγµατευσαµένοις. ῾Ηρόφιλος µέν γε καὶ ὡς οὐδὲ πυρῆνα µήλης ἂν δέχοιτο τῶν µητρῶν τὸ στόµα, πρὶν ἀποκυεῖν τὴν γυναῖκα, καὶ ὡς οὐδὲ τοὐλάχιστον ἔτι διέστηκεν, ἢν ὑπάρξηται κύειν, καὶ ὡς ἐπὶ πλέον ἀναστοµοῦνται κατὰ τὰς τῶν ἐπιµηνίων φοράς, οὐκ ὤκνησε γράφειν· συνοµολογοῦσι δ’ αὐτῷ καὶ οἱ ἄλλοι πάντες οἱ περὶ τούτων πραγµατευσάµενοι καὶ πρῶτός γ’ ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων ῾Ιπποκράτης ἀπεφήνατο µύειν τὸ στόµα τῶν ὑστερῶν ἔν τε ταῖς κυήσεσι καὶ ταῖς φλεγµοναῖς, ἀλλ’ ἐν µὲν ταῖς κυήσεσιν οὐκ ἐξιστάµενον τῆς φύσεως, ἐν δὲ ταῖς φλεγµοναῖς σκληρὸν γιγνόµενον. ἐπὶ δέ γε τῆς ἐναντίας τῆς ἐκκριτικῆς ἀνοίγνυται µὲν τὸ στόµα, προέρχεται δ’ ὁ πυθµὴν ἅπας ὅσον οἷόν τ’ ἐγγυτάτω τοῦ στόµατος ἀπωθούµενος ἔξω τὸ ἔµβρυον, ἅµα δ’ αὐτῷ καὶ τὰ συνεχῆ µέρη τὰ οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου συνεπιλαµβανόµενα τοῦ ἔργου θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔµβρυον. καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς µήτρας ὅλας ἐκπεσεῖν ἠνάγκασαν ἀµέτρως χρησαµέναις τῇ τοιαύτῃ δυνάµει, παραπλησίου τινὸς γιγνοµένου τῷ πολλάκις ἐν πάλαις τισὶ καὶ φιλονεικίαις συµβαίνοντι, ὅταν ἀνατρέψαι τε καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοὶ συγκαταπέσωµεν. οὕτω γὰρ καὶ αἱ µῆτραι τὸ ἔµβρυον ὠθοῦσαι συνεξέπεσον ἐνίοτε καὶ µάλισθ’, ὅταν οἱ πρὸς τὴν ῥάχιν αὐτῶν σύνδεσµοι χαλαροὶ φύσει τυγχάνωσιν ὄντες. ἔστι δὲ καὶ τοῦτο θαυµαστόν τι τῆς φύσεως σόφισµα, τὸ ζῶντος µὲν τοῦ κυήµατος ἀκριβῶς πάνυ µεµυκέναι τὸ στόµα τῶν µητρῶν, ἀποθανόντος δὲ παραχρῆµα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν ἔξοδον αὐτοῦ διαφέρει. καὶ µέντοι καὶ αἱ µαῖαι τὰς τικτούσας οὐκ εὐθὺς ἀνιστᾶσιν οὐδ’ ἐπὶ τὸν δίφρον καθίζουσιν, ἀλλ’ ἅπτονται πρότερον ἀνοιγοµένου τοῦ στόµατος κατὰ βραχὺ καὶ πρῶτον µέν, ὥστε τὸν µικρὸν δάκτυλον καθιέναι, διεστηκέναι φασίν, ἔπειτ’ ἤδη καὶ µεῖζον καὶ κατὰ βραχὺ δὴ πυνθανοµένοις ἡµῖν ἀποκρίνονται τὸ µέγεθος τῆς διαστάσεως ἐπαυξανόµενον. ὅταν δ’ ἱκανὸν ᾖ πρὸς τὴν τοῦ κυουµένου δίοδον, ἀνιστᾶσιν αὐτὰς καὶ καθίζουσι καὶ προθυµεῖσθαι κελεύουσιν ἀπώσασθαι τὸ παιδίον. ἔστι δ’ ἤδη τοῦτο τὸ ἔργον, ὃ παρ’ ἑαυτῶν αἱ κύουσαι προστιθέασιν, οὐκέτι τῶν ὑστερῶν, ἀλλὰ τῶν κατ’ ἐπιγάστριον µυῶν, οἳ πρὸς τὴν ἀποπάτησίν τε καὶ τὴν οὔρησιν ἡµῖν συνεργοῦσιν.

4. Οὕτω µὲν ἐπὶ τῶν µητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάµεις, ἐπὶ δὲ τῆς γαστρὸς ὧδε. πρῶτον µὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀρρώστου κοιλίας εἶναι συµπτώµατα καὶ κατὰ λόγον πεπίστευνται· ἐνίοτε µὲν γὰρ ἐλάχιστα προσενηνεγµένων οὐ γίγνονται περιστελλοµένης ἀκριβῶς αὐτοῖς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν, ἐνίοτε δὲ µεστὴ µὲν ἡ γαστήρ ἐστιν, οἱ κλύδωνες δ’ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν µὲν γὰρ ἔχουσα καὶ χρωµένη καλῶς τῇ περισταλτικῇ δυνάµει, κἂν ὀλίγον ᾖ τὸ περιεχόµενον, ἅπαν αὐτὸ περιλαµβάνουσα χώραν οὐδεµίαν ἀπολείπει κενήν, ἀρρωστοῦσα δέ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθ’ εὐρυχωρίαν τιν’ ἐργαζοµένη συγχωρεῖ τοῖς περιεχοµένοις ὑγροῖς κατὰ τὰς τῶν σχηµάτων µεταλλαγὰς ἄλλοτ’ ἀλλαχόσε µεταρρέουσι κλύδωνας ἀποτελεῖν. εὐλόγως οὖν, ὅτι µηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῷδε τῷ συµπτώµατι γενόµενοι προσδοκῶσιν· οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄρρωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ µέχρι πλείονος ἐν αὐτῇ φαίνεται παραµένον τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ µὴν θαυµάσειεν ἄν τις ἐπ’ αὐτῶν τούτων µάλιστα τὸ πολυχρόνιον τῆς ἐν τῇ γαστρὶ διατριβῆς οὐ τῶν σιτίων µόνον ἀλλὰ καὶ τοῦ πόµατος· οὐ γάρ, ὅπερ ἂν οἰηθείη τις, ὡς τὸ τῆς γαστρὸς στόµα τὸ κάτω στενὸν ἱκανῶς ὑπάρχον οὐδὲν παρίησι πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτ’ αἴτιον ὄντως ἐστί. πολλὰ γοῦν πολλάκις ὀπωρῶν ὀστᾶ µέγιστα καταπίνουσι πάµπολλοι καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόµατι φυλάττων ἄκων κατέπιε καὶ ἄλλος τις νόµισµα καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον, ἀλλ’ ὅµως ἅπαντες οὗτοι ῥᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀκολουθήσαντος συµπτώµατος. εἰ δέ γ’ ἡ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ µένειν ἐπὶ πλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ πόµατ’ αὐτοῖς ἐν τῇ γαστρὶ παραµένειν ἐπὶ πλεῖστον ἱκανὸν ἀπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος· ὅλως γάρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε ῥοφήµατ’ ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλ’ οὐχ ὧδ’ ἔχει· τοῖς µὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐµπλεῖ ταῦτα καὶ κλύδωνας ἐργάζεται παραµένοντα καὶ θλίβει καὶ βαρύνει τὴν γαστέρα, τοῖς δ’ ἰσχυροῖς οὐ µόνον τούτων οὐδὲν συµβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως. οὐ µόνον δ’ ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα καὶ βαρύνεσθαι καὶ µεταρρεῖν ἄλλοτ’ εἰς ἄλλα µέρη µετὰ κλύδωνος τὸ παραµένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκµήραιτ’ ἄν τις ἀλλὰ κἀκ τῶν ἐµέτων· ἔνιοι γὰρ οὐ µετὰ τρεῖς ὥρας ἢ τέτταρας ἀλλὰ νυκτῶν ἤδη µέσων παµπόλλου µεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήµεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσµένα. καὶ µὲν δὴ καὶ ζῷον ὁτιοῦν ἐµπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡµεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθηµεν ἐξ ἀλεύρων µεθ’ ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα µετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεµόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσµένα· πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα µονῆς οὐχ ἡ χύλωσις, ἣν καὶ ἐκτὸς ἔτι ὄντων µηχανήσασθαι δυνατόν ἐστιν, ἀλλ’ ἡ πέψις, ἕτερόν τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱµάτωσίς τε καὶ θρέψις. ὡς γὰρ κἀκεῖνα δέδεικται ποιοτήτων µεταβολῇ γιγνόµενα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ τρεφοµένῳ ποιότητα µεταβολὴ καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται µὲν τηνικαῦτα τὸ κάτω στόµα, διεκπίπτει δ’ αὐτοῦ τὰ σιτία ῥᾳδίως, εἰ καὶ πλῆθός τι µεθ’ ἑαυτῶν ἔχοντα τύχοι λίθων ἢ ὀστῶν ἢ γιγάρτων ἤ τινος ἄλλου χυλωθῆναι µὴ δυναµένου. καί σοι τοῦτ’ ἔνεστιν ἐπὶ ζῴου θεάσασθαι στοχασαµένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ µέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ καὶ µηδὲν µήπω κάτω παρέρχοιτο πεττοµένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδ’ οὕτως ἄκαρπος ἡ ἀνατοµή σοι γενήσεται· θεάσῃ γὰρ ἐπ’ αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγοµεν, ἀκριβῶς µὲν µεµυκότα τὸν πυλωρόν, ἅπασαν δὲ τὴν γαστέρα περιεσταλµένην τοῖς σιτίοις τρόπον ὁµοιότατον, οἷόνπερ καὶ αἱ µῆτραι τοῖς κυουµένοις. οὐ γὰρ ἔστιν οὐδέποτε κενὴν εὑρεῖν χώραν οὔτε κατὰ τὰς ὑστέρας οὔτε κατὰ τὴν κοιλίαν οὔτε κατὰ τὰς κύστεις ἀµφοτέρας οὔτε κατὰ τὴν χοληδόχον ὀνοµαζοµένην οὔτε τὴν ἑτέραν· ἀλλ’ εἴτ’ ὀλίγον εἴη τὸ περιεχόµενον ἐν αὐταῖς εἴτε πολύ, µεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται περιστελλοµένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχοµένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῷον. ᾿Ερασίστρατος δ’ οὐκ οἶδ’ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ τῆς λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωµάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωµένων ἀναδόσεως. ἐγὼ µὲν γὰρ µυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ µὲν ἔντερα πάντα περιστελλόµενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ µὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι καὶ περιπεφυκέναι τοῖς σιτίοις· ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ µεµυκότα καὶ κεκλεισµένον ἀκριβῶς ὥσπερ τὸ τῶν ὑστερῶν στόµα ταῖς ἐγκύµοσιν· ἐπὶ µέντοι ταῖς πέψεσι συµπεπληρωµέναις ἀνέῳκτο µὲν ὁ πυλωρός, ἡ γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.

5. ῞Απαντ’ οὖν ἀλλήλοις ὁµολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐµφύτους δυνάµεις καθεκτικὰς µὲν τῶν οἰκείων ποιοτήτων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι µὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔµπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθ’ ἑκάστην ἡµέραν εἰς τὴν γαστέρα, καὶ τοῦτ’ ἐναργῶς φαίνεται. καὶ µὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναµιν ἡ ἐκκριτικὴ καὶ µὴ µέση τις ἀµφοῖν ἦν ἡ καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεµνοµένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν· οὐ µὴν εὑρίσκεταί γε. ποτὲ µὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ µεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχοµένη. ταύτης µέν γε καὶ πρὸ τῆς ἀνατοµῆς αἰσθανόµεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν ἢ τῇ δριµύτητι δηχθεῖσαν, ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης τινὸς κἀνταῦθα δυνάµεως καθεκτικῆς. οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριµύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δ’ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα ἢ καὶ κατ’ ἄµφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ µέν γε καὶ οἱ ἔµετοι, τῷ πλήθει βαρυνθείσης αὐτῆς ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωµάτων µὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθηµα τῆς ἄνω γαστρός ἐστιν. ὅταν µὲν γὰρ ἐν τοῖς κάτω µέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐρρωµένων τῶν κατὰ τὸν στόµαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δ’ ἐν τοῖς κατὰ τὸ στόµα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐµέτους.

6. ῎Ενεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων· ἀναγκαζόµενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτ’, εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλ’ εὐθὺς ἀνεµοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσµάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεµοῦσιν ἤ, εἰ κατάσχοιεν βιασάµενοι, ναυτιώδεις τ’ εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν οὕτως ἐξ ἁπάντων τῶν φαινοµένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, µαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου µορίοις σχεδὸν ἅπασιν ἔφεσιν µέν τινα καὶ οἷον ὄρεξιν τῆς οἰκείας ποιότητος, ἀποστροφὴν δέ τινα καὶ οἷον µῖσός τι τῆς ἀλλοτρίας. ἀλλ’ ἐφιέµενα µὲν ἕλκειν εὔλογον, ἀποστρεφόµενα δ’ ἐκκρίνειν. κἀκ τούτων πάλιν ἥ θ’ ἑλκτικὴ δύναµις ἀποδείκνυται καθ’ ἅπαν ὑπάρχουσα καὶ ἡ προωστική. ἀλλ’ εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἄν τις καὶ ἀπόλαυσις· οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι δι’ αὐτὸ τὸ ἕλκειν, ἀλλ’ ἵν’ ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ µὴν ἀπολαύειν οὐ δύναται µὴ κατασχόν. κἀν τούτῳ πάλιν ἡ καθεκτικὴ δύναµις ἀποδείκνυται τὴν γένεσιν ἀναγκαίαν ἔχουσα· σαφῶς γὰρ ἐφίεται µὲν τῶν οἰκείων ποιοτήτων ἡ γαστήρ, ἀποστρέφεται δὲ τὰς ἀλλοτρίας. ἀλλ’ εἴπερ ἐφίεταί τε καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλοµένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως κἀπὶ τῷδ’ ὁ καιρὸς ἤδη τῆς ἐκκριτικῆς δυνάµεως ἐνεργούσης.

7. ᾿Αλλ’ εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ προσήκοντος ἑαυτῇ κατὰ ποιότητα καὶ οἰκείου µεταλαµβάνειν· ὥσθ’ ἕλκει τῶν σιτίων ὅσον χρηστότατον ἀτµωδῶς τε καὶ κατὰ βραχὺ καὶ τοῦτο τοῖς ἑαυτῆς χιτῶσιν ἐναποτίθεταί τε καὶ προστίθησιν. ὅταν δ’ ἱκανῶς ἐµπλησθῇ, καθάπερ ἄχθος τι τὴν λοιπὴν ἀποτίθεται τροφὴν ἐσχηκυῖάν τι χρηστὸν ἤδη καὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν γαστέρα κοινωνίας· οὐδὲ γὰρ ἐνδέχεται δύο σώµατα δρᾶν καὶ πάσχειν ἐπιτήδεια συνελθόντα µὴ οὐκ ἤτοι πάσχειν θ’ ἅµα καὶ δρᾶν ἢ θάτερον µὲν δρᾶν, θάτερον δὲ πάσχειν. ἐὰν µὲν γὰρ ἰσάζῃ ταῖς δυνάµεσιν, ἐξ ἴσου δράσει τε καὶ πείσεται, ἂν δ’ ὑπερέχῃ πολὺ καὶ κρατῇ θάτερον, ἐνεργήσει περὶ τὸ πάσχον· ὥστε δράσει µέγα µέν τι καὶ αἰσθητόν, αὐτὸ δ’ ἤτοι σµικρόν τι καὶ οὐκ αἰσθητὸν ἢ παντάπασιν οὐδὲν πείσεται. ἀλλ’ ἐν τούτῳ δὴ καὶ µάλιστα διήνεγκε φαρµάκου δηλητηρίου τροφή· τὸ µὲν γὰρ κρατεῖ τῆς ἐν τῷ σώµατι δυνάµεως, ἡ δὲ κρατεῖται. οὔκουν ἐνδέχεται τροφὴν µὲν εἶναί τι τῷ ζῴῳ προσήκουσαν, οὐ µὴν καὶ κρατεῖσθαί γ’ ὁµοίως πρὸς τῶν ἐν τῷ ζῴῳ ποιοτήτων· τὸ κρατεῖσθαι δ’ ἦν ἀλλοιοῦσθαι. ἀλλ’ ἐπεὶ τὰ µὲν ἰσχυρότερα ταῖς δυνάµεσίν ἐστι µόρια, τὰ δ’ ἀσθενέστερα, κρατήσει µὲν πάντα τῆς οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁµοίως δὲ πάντα· κρατήσει δ’ ἄρα καὶ ἡ γαστὴρ καὶ ἀλλοιώσει µὲν τὴν τροφήν, οὐ µὴν ὁµοίως ἥπατι καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ. πόσον οὖν ἐστιν, ὃ ἀλλοιοῖ, καὶ δὴ θεασώµεθα· πλέον µὲν ἢ κατὰ τὸ στόµα, µεῖον δ’ ἢ κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη µὲν γὰρ ἡ ἀλλοίωσις εἰς αἵµατος οὐσίαν ἄγει τὴν τροφήν, ἡ δ’ ἐν τῷ στόµατι µεθίστησι µὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον εἶδος, οὐ µὴν εἰς τέλος γε µετακοσµεῖ. µάθοις δ’ ἂν ἐπὶ τῶν ἐγκαταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων καὶ καταµεινάντων δι’ ὅλης νυκτός· οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος οὔτε κρέας ἐστὶ τὸ κρέας, ἀλλ’ ὄζει µὲν τοιοῦτον, οἷόνπερ καὶ τοῦ ζῴου τὸ στόµα, διαλέλυται δὲ καὶ διατέτηκε καὶ τὰς ἐν τῷ ζῴῳ τῆς σαρκὸς ἀποµέµακται ποιότητας. ἔνεστι δέ σοι θεάσασθαι τὸ µέγεθος τῆς ἐν τῷ στόµατι τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς µασησάµενος ἐπιθείης ἀπέπτοις δοθιῆσιν· ὄψει γὰρ αὐτοὺς τάχιστα µεταβάλλοντάς τε καὶ συµπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν, ἐργάσασθαι δυναµένους. καὶ µὴ θαυµάσῃς· τὸ γάρ τοι φλέγµα τουτὶ τὸ κατὰ τὸ στόµα καὶ λειχήνων ἐστὶν ἄκος καὶ σκορπίους ἀναιρεῖ παραχρῆµα καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ µὲν εὐθέως ἀποκτείνει, τὰ δ’ ἐς ὕστερον· ἅπαντα γοῦν βλάπτει µεγάλως. ἀλλὰ τὰ µεµα-σηµένα σιτία πρῶτον µὲν τούτῳ τῷ φλέγµατι βέβρεκταί τε καὶ πεφύραται, δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόµατος ἅπαντα πεπλησίακεν, ὥστε πλείονα µεταβολὴν εἴληφε τῶν ἐν ταῖς κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωµένων. ἀλλ’ ὅσον τὰ µεµασηµένα τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα. µὴ γὰρ οὐδὲ παραβλητὸν ᾖ τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιµεν φλέγµα καὶ χολὴν καὶ πνεῦµα καὶ θερµασίαν καὶ ὅλην τὴν οὐσίαν τῆς γαστρός. εἰ δὲ καὶ συνεπινοήσαις αὐτῇ τὰ παρακείµενα σπλάγχνα καθάπερ τινὶ λέβητι µεγάλῳ πυρὸς ἑστίας πολλάς, ἐκ δεξιῶν µὲν τὸ ἧπαρ, ἐξ ἀριστερῶν δὲ τὸν σπλῆνα, τὴν καρδίαν δ’ ἐκ τῶν ἄνω, σὺν αὐτῇ δὲ καὶ τὰς φρένας αἰωρουµένας τε καὶ διὰ παντὸς κινουµένας, ἐφ’ ἅπασι δὲ τούτοις σκέπον τὸ ἐπίπλοον, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίγνεσθαι τῶν εἰς τὴν γαστέρα καταποθέντων σιτίων. πῶς δ’ ἂν ἠδύνατο ῥᾳδίως αἱµατοῦσθαι µὴ προπαρασκευασθέντα τῇ τοιαύτῃ µεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως µεθίσταται ποιότητα. πῶς οὖν ὁ ἄρτος αἷµα γίγνεται, πῶς δὲ τὸ τεῦτλον ἢ ὁ κύαµος ἤ τι τῶν ἄλλων, εἰ µὴ πρότερόν τιν’ ἑτέραν ἀλλοίωσιν ἐδέξατο; πῶς δ’ ἡ κόπρος [εὐθὺς] ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται; τί γὰρ ἐν τούτοις σφοδρότερον εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; πότερα τῶν χιτώνων τὸ πλῆθος ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις ἢ τῆς µονῆς ὁ χρόνος ἢ σύµφυτός τις ἐν τοῖς ὀργάνοις θερµασία; καὶ µὴν κατ’ οὐδὲν τούτων πλεονεκτεῖ τὰ ἔντερα τῆς γαστρός. τί ποτ’ οὖν ἐν µὲν τῇ γαστρὶ νυκτὸς ὅλης πολλάκις µείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται τὰς ἀρχαίας διασῴζοντα ποιότητας, ἐπειδὰν δ’ ἅπαξ ἐµπέσῃ τοῖς ἐντέροις, εὐθὺς γίγνεσθαι κόπρον; εἰ µὲν γὰρ ὁ τοσοῦτος χρόνος ἀδύνατος ἀλλοιοῦν, οὐδ’ ὁ βραχὺς ἱκανός· εἰ δ’ οὗτος αὐτάρκης, πῶς οὐ πολὺ µᾶλλον ὁ µακρός; ἆρ’ οὖν ἀλλοιοῦται µὲν ἡ τροφὴ κατὰ τὴν κοιλίαν, ἄλλην δέ τιν’ ἀλλοίωσιν καὶ οὐχ οἵαν ἐκ τῆς φύσεως ἴσχει τοῦ µεταβάλλοντος ὀργάνου; ἢ ταύτην µέν, οὐ µὴν τήν γ’ οἰκείαν τῷ τοῦ ζῴου σώµατι; µακρῷ τοῦτ’ ἀδυνατώτερόν ἐστι. καὶ µὴν οὐκ ἄλλο γ’ ἦν ἡ πέψις ἢ ἀλλοίωσις εἰς τὴν οἰκείαν τοῦ τρεφοµένου ποιότητα. εἴπερ οὖν ἡ πέψις τοῦτ’ ἔστι καὶ ἡ τροφὴ κατὰ τὴν γαστέρα δέδεικται δεχοµένη ποιότητα τῷ µέλλοντι πρὸς αὐτῆς θρέψεσθαι ζῴῳ προσήκουσαν, ἱκανῶς ἀποδέδεικται τὸ πέττεσθαι κατὰ τὴν γαστέρα τὴν τροφήν. καὶ γελοῖος µὲν ᾿Ασκληπιάδης οὔτ’ ἐν ταῖς ἐρυγαῖς λέγων ἐµφαίνεσθαί ποτε τὴν ποιότητα τῶν πεφθέντων σιτίων οὔτ’ ἐν τοῖς ἐµέτοις οὔτ’ ἐν ταῖς ἀνατοµαῖς· αὐτὸ γὰρ δὴ τὸ τοῦ σώµατος ἐξόζειν αὐτὰ τῆς κοιλίας ἐστὶ τὸ πεπέφθαι. ὁ δ’ οὕτως ἐστὶν εὐήθης, ὥστ’, ἐπειδὴ τῶν παλαιῶν ἀκούει λεγόντων ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ µεταβάλλειν τὰ σιτία, δοκιµάζει ζητεῖν οὐ τὸ κατὰ δύναµιν ἀλλὰ τὸ κατὰ γεῦσιν χρηστόν, ὥσπερ ἢ τοῦ µήλου µηλωδεστέρου—χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι—γιγνοµένου κατὰ τὴν κοιλίαν ἢ τοῦ µέλιτος µελιτωδεστέρου. πολὺ δ’ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ ᾿Ερασίστρατος ἢ µὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόµενος ἑαυτόν. ἑψήσει µὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερµασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία µὴ δυναµένης ἢ δυναµένης µὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔµφυτον δὲ θερµασίαν, ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθ’ ἕψειν οὐκ ὀπτᾶν εἰρηµένην. ἐχρῆν δ’ αὐτόν, εἴπερ περὶ πραγµάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι µάλιστα µὲν καὶ πρῶτον, ὡς οὐδὲ µεταβάλλει τὴν ἀρχὴν οὐδ’ ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία, δεύτερον δ’, εἴπερ µὴ οἷός τ’ ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζῴῳ· εἰ δὲ µηδὲ τοῦτ’ εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχὰς ὑπόληψιν καὶ δεῖξαι τὰς ἐνεργείας ἐν τοῖς µορίοις οὐ διὰ τὴν ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιὰν κρᾶσιν ὑπάρχειν ἀλλὰ δι’ ἄλλο τι· εἰ δὲ µηδὲ τοῦτ’ ἐτόλµα διαβάλλειν, ἀλλ’ ὅτι γε µὴ τὸ θερµόν ἐστιν ἐν τοῖς ὑπὸ φύσεως διοικουµένοις τὸ τῶν ἄλλων δραστικώτατον. ἢ εἰ µήτε τοῦτο µήτε τῶν ἄλλων τι τῶν ἔµπροσθεν εἶχεν ἀποδεικνύναι, µὴ ληρεῖν ὀνόµατι προσπαλαίοντα µάτην, ὥσπερ οὐ σαφῶς ᾿Αριστοτέλους ἔν τ’ ἄλλοις πολλοῖς κἀν τῷ τετάρτῳ τῶν µετεωρολογικῶν ὅπως ἡ πέψις ἑψήσει παραπλήσιος εἶναι λέγεται, καὶ ὅτι µὴ πρώτως µηδὲ κυρίως ὀνοµαζόντων, εἰρηκότος. ἀλλ’, ὡς ἤδη λέλεκται πολλάκις, ἀρχὴ τούτων ἁπάντων ἐστὶ µία τὸ περὶ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ ᾿Αριστοτέλης ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς, ἀποδείξας ἁπάσας τὰς κατὰ τὰ σώµατα µεταβολὰς καὶ ἀλλοιώσεις ὑπὸ τούτων γίγνεσθαι. ἀλλ’ ᾿Ερασίστρατος οὔτε τούτοις οὔτ’ ἄλλῳ τινὶ τῶν προειρηµένων ἀντειπὼν ἐπὶ τοὔνοµα µόνον ἐτράπετο τῆς ἑψήσεως.

8. ᾿Επὶ µὲν οὖν τῆς πέψεως, εἰ καὶ τἆλλα πάντα παρέλιπε, τὸ γοῦν ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζῴοις πέψις, ἐπειράθη δεικνύναι, περὶ δὲ τῆς καταπόσεως οὐδ’ ἄχρι τοσούτου. τί γάρ φησιν; ‘ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι’. καὶ µὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει πάντως ἕνεκά του γεγονότας καὶ διήκουσιν οὗτοι µέχρι τοῦ στόµατος, ὁ µὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα, τοιοῦτος διαµένων, ὁ δ’ ἕτερος ἐπὶ τὸ σαρκωδέστερον ἐν τῷ στοµάχῳ τρεπόµενος. ὅτι µὲν οὖν ἐναντίας ἀλλήλαις τὰς ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόµενον αὐτὸ µαρτυρεῖ. τίνος δ’ ἕνεκα τοιοῦτοι γεγόνασιν, ᾿Ερασίστρατος µὲν οὐδ’ ἐπεχείρησεν εἰπεῖν, ἡµεῖς δ’ ἐροῦµεν. ὁ µὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ ἕνεκα γέγονεν· ὁ δ’ ἔξωθεν ἐγκαρσίας ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι· ἑκάστῳ γὰρ τῶν κινουµένων ὀργάνων ἐν τοῖς σώµασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν. ἐπ’ αὐτῶν δὲ πρῶτον τῶν µυῶν, εἰ βούλει, βασάνισον τὸν λόγον, ἐφ’ ὧν καὶ αἱ ἶνες ἐναργέσταται καὶ αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. µετὰ δὲ τοὺς µῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι καὶ πάντ’ ὄψει κατὰ τὰς ἶνας κινούµενα καὶ διὰ τοῦθ’ ἑκάστῳ µὲν τῶν ἐντέρων στρογγύλαι καθ’ ἑκάτε-ρον τῶν χιτώνων αἱ ἶνές εἰσι· περιστέλλονται γὰρ µόνον, ἕλκουσι δ’ οὐδέν. ἡ γαστὴρ δὲ τῶν ἰνῶν τὰς µὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς δ’ ἐγκαρσίας ἕνεκα περιστολῆς· ὥσπερ γὰρ ἐν τοῖς µυσὶν ἑκάστης τῶν ἰνῶν τεινοµένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκοµένης αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον κἀν τῇ γαστρί· τῶν µὲν οὖν ἐγκαρσίων ἰνῶν τεινοµένων ἔλαττον ἀνάγκη γίγνεσθαι τὸ εὖρος τῆς περιεχοµένης ὑπ’ αὐτῶν κοιλότητος, τῶν δ’ εὐθειῶν ἑλκοµένων τε καὶ εἰς ἑαυτὰς συναγοµένων οὐκ ἐνδέχεται µὴ οὐ συναιρεῖσθαι τὸ µῆκος. ἀλλὰ µὴν ἐναργῶς γε φαίνεται καταπινόντων συναιρούµενον καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόµαχος κατασπᾶται, καὶ ὅταν γε συµπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας ἀφεθῇ τῆς τάσεως ὁ στόµαχος, ἐναργῶς πάλιν φαίνεται καταφερόµενος ὁ λάρυγξ· ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἶνας ἔχων ὁ καὶ τὸν στόµαχον ὑπαλείφων καὶ τὸ στόµα τοῖς ἐντὸς µέρεσιν ἐπεκτείνεται τοῦ λάρυγγος, ὥστ’ οὐκ ἐνδέχεται κατασπώµενον αὐτὸν ὑπὸ τῆς κοιλίας µὴ οὐ συνεπισπᾶσθαι καὶ τὸν λάρυγγα. ὅτι δ’ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τ’ ἄλλα µόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ µῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρ’ αὐτοῦ λαβεῖν ἔστιν ὁµολογούµενον ᾿Ερασιστράτου· περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον. ἀλλ’ εἰ περιστέλλεται µέν, οὐδὲν δὲ τοῦ µήκους ἀφαιρεῖται τῆς κοιλίας, οὐκ ἔστι τῆς περισταλτικῆς κινήσεως ἴδιον τὸ κατασπᾶν κάτω τὸν στόµαχον. ὅπερ γὰρ αὐτὸς ὁ ᾿Ερασίστρατος εἶπε, τοῦτο µόνον αὐτὸ συµβήσεται τὸ τῶν ἄνω συστελλοµένων διαστέλλεσθαι τὰ κάτω. τοῦτο δ’ ὅτι, κἂν εἰς νεκροῦ τὸν στόµαχον ὕδατος ἐγχέῃς, φαίνεται γιγνόµενον, οὐδεὶς ἀγνοεῖ. ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ σώµατος ὁδοιπορίαις ἀκόλουθόν ἐστι τὸ σύµπτωµα· θαυµαστὸν γάρ, εἰ διερχοµένου τινὸς αὐτὸν ὄγκου µὴ διασταλήσεται. οὐκοῦν τὸ µὲν τῶν ἄνω συστελλοµένων διαστέλλεσθαι τὰ κάτω κοινόν ἐστι καὶ τοῖς νεκροῖς σώµασι, δι’ ὧν ὁπωσοῦν τι διεξέρχεται, καὶ τοῖς ζῶσιν, εἴτε περιστέλλοιτο τοῖς διερχοµένοις εἴθ’ ἕλκοιτο· τὸ δὲ τῆς τοῦ µήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵν’ ἐπισπάσωνταί τι. ἀλλὰ µὴν ἐδείχθη κατασπώµενος ὁ στόµαχος, οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα· δῆλον οὖν, ὡς ἡ γαστὴρ ἕλκει τὰ σιτία διὰ τοῦ στοµάχου. καὶ ἡ κατὰ τὸν ἔµετον δὲ τῶν ἐµουµένων ἄχρι τοῦ στόµατος φορὰ πάντως µέν που καὶ αὐτὴ τὰ µὲν ὑπὸ τῶν ἀναφεροµένων διατεινόµενα µέρη τοῦ στοµάχου διεστῶτα κέκτηται, τῶν πρόσω δ’ ὅ τι ἂν ἑκάστοτ’ ἐπιλαµβάνηται, τοῦτ’ ἀρχόµενον διαστέλλεται, τὸ δ’ ὄπισθεν καταλείπει δηλονότι συστελλόµενον, ὥσθ’ ὁµοίαν εἶναι πάντη τὴν διάθεσιν τοῦ στοµάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων· ἀλλὰ τῆς ὁλκῆς µὴ παρούσης τὸ µῆκος ὅλον ἴσον ἐν τοῖς τοιούτοις συµπτώµασι διαφυλάττεται. διὰ τοῦτο δὲ καὶ καταπίνειν ῥᾷόν ἐστιν ἢ ἐµεῖν, ὅτι καταπίνεται µὲν ἀµφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ µὲν ἐντὸς ἕλκοντος, τοῦ δ’ ἐκτὸς περιστελλοµένου τε καὶ συνεπωθοῦντος, ἐµεῖται δὲ θατέρου µόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόµα. οὐ γὰρ δὴ ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κἀν τοῖς ἐµέτοις ἐπιθυµεῖ τι τῶν κατὰ τὸ στόµα µορίων τοῦ γιγνοµένου παθήµατος, ἀλλ’ ἄµφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγοµένης µὲν καὶ προσιεµένης τὰ χρήσιµά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβοµένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς µὲν ἱκανῶς ὀρεγοµένοις τῶν οἰκείων ἐδεσµάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης πρὶν ἢ µασηθῆναι, τοῖς δ’ ἤτοι φάρµακόν τι κατ’ ἀνάγκην πίνουσιν ἢ σιτίον ἐν χώρᾳ φαρµάκου προσφεροµένοις ἀνιαρὰ καὶ µόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται. δῆλος οὖν ἐστιν ἐκ τῶν εἰρηµένων ὁ µὲν ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἔχων ἶνας τῆς ἐκ τοῦ στόµατος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς καὶ διὰ τοῦτ’ ἐν ταῖς καταπόσεσι µόναις ἐνεργῶν, ὁ δ’ ἔξωθεν ὁ τὰς ἐγκαρσίας [ἶνας] ἔχων ἕνεκα µὲν τοῦ περιστέλλεσθαι τοῖς ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθείς, ἐνεργῶν δ’ οὐδὲν ἧττον ἐν τοῖς ἐµέτοις ἢ ταῖς καταπόσεσιν. ἐναργέστατα δὲ µαρτυρεῖ τῷ λεγοµένῳ καὶ τὸ κατὰ τὰς χάννας τε καὶ τοὺς συνόδοντας γιγνόµενον· εὑρίσκεται γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόµατι καθάπερ καὶ ὁ ᾿Αριστοτέλης ἐν ταῖς περὶ ζῴων ἔγραψεν ἱστορίαις καὶ προστίθησί γε τὴν αἰτίαν ὑπὸ λαιµαργίας αὐτοῖς τοῦτο συµβαίνειν φάσκων. ἔχει γὰρ ὧδε· κατὰ τὰς σφοδροτέρας ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζῴοις ἡ γαστήρ, ὥστε τινὲς τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὑτοῖς φασι τὴν κοιλίαν, ἐνίων δὲ µασωµένων ἔτι καὶ µήπω καλῶς ἐν τῷ στόµατι τὰ σιτία κατεργασαµένων ἐξαρπάζει φανερῶς ἀκόντων. ἐφ’ ὧν οὖν ζῴων φύσει λαιµάργων ὑπαρχόντων ἥ τ’ εὐρυχωρία τοῦ στόµατός ἐστι δαψιλὴς ἥ τε τῆς γαστρὸς θέσις ἐγγύς, ὡς ἐπὶ συνόδοντός τε καὶ χάννης, οὐδὲν θαυµαστόν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν µικροτέρων ζῴων, εἶτ’ ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν ἐπειγούσης τῆς ἐπιθυµίας εἰς τὸ στόµα τὴν γαστέρα. γενέσθαι δ’ ἄλλως ἀµήχανον τοῦτο µὴ οὐχ ὥσπερ διὰ χειρὸς τοῦ στοµάχου τῆς γαστρὸς ἐπισπωµένης εἰς ἑαυτὴν τὰ σιτία. καθάπερ γὰρ καὶ ἡµεῖς ὑπὸ προθυµίας ἐνίοτε τῇ χειρὶ συνεπεκτείνοµεν ὅλους ἡµᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον ἐπιδράξασθαι τοῦ προκειµένου σώµατος, οὕτω καὶ ἡ γαστὴρ οἷον χειρὶ τῷ στοµάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτ’ ἐφ’ ὧν ζῴων ἅµα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ τῆς τροφῆς ὅ τε στόµαχος µικρὸς ἥ τ’ εὐρυχωρία τοῦ στόµατος δαψιλής, ἐπὶ τούτων ὀλίγη ῥοπὴ τῆς ἐπεκτάσεως εἰς τὸ στόµα τὴν κοιλίαν ὅλην ἀναφέρει. ἤρκει µὲν οὖν ἴσως ἀνδρὶ φυσικῷ παρ’ αὐτῆς µόνης τῆς κατασκευῆς τῶν ὀργάνων τὴν ἔνδειξιν τῆς ἐνεργείας λαµβάνειν. οὐ γὰρ δὴ µάτην γ’ ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ µὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔµελλεν. ἀλλ’ ἐπεὶ πάντα µᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγιγνώσκειν οἱ περὶ τὸν ᾿Ερασίστρατόν εἰσιν ἱκανοί, φέρε κἀκ τῆς τῶν ζῴων ἀνατοµῆς ἐπιδείξωµεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρηµένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῷον, εἶτα γυµνώσας αὐτοῦ τὰ περικείµενα τῷ στοµάχῳ σώµατα χωρὶς τοῦ διατεµεῖν τινα τῶν νεύρων ἢ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγµένων ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τοµαῖς διελεῖν τὸν ἔξω χιτῶνα τὸν τὰς ἐγκαρσίας ἶνας ἔχοντα κἄπειτα τῷ ζῴῳ τροφὴν προσενέγκοις, ὄψει καταπῖνον αὐτὸ καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δ’ αὖ πάλιν ἐφ’ ἑτέρου ζῴου διατέµοις ἀµφοτέρους τοὺς χιτῶνας τοµαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον οὐκέτ’ ἐνεργοῦντος τοῦ ἐντός. ᾧ δῆλον, ὅτι καὶ διὰ θατέρου µὲν αὐτῶν καταπίνειν οἷόν τ’ ἐστίν, ἀλλὰ χεῖρον ἢ δι’ ἀµφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι θεάσασθαι σαφῶς ἐπὶ τῆς εἰρηµένης ἀνατοµῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίµπλαται πνεύµατος ὁ στόµαχος τοῦ συγκαταπινοµένου τοῖς σιτίοις, ὃ περιστελλοµένου µὲν τοῦ ἔξωθεν χιτῶνος ὠθεῖται ῥᾳδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσµασι, µόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος ἐµποδὼν ἵσταται τῇ φορᾷ τῶν σιτίων διατεῖνόν τ’ αὐτὸν καὶ τὴν ἐνέργειαν ἐµποδίζον. ἀλλ’ οὔτε τούτων οὐδὲν ᾿Ερασίστρατος εἶπεν οὔθ’ ὡς ἡ σκολιὰ θέσις τοῦ στοµάχου διαβάλλει σαφῶς τὸ δόγµα τῶν νοµιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς µόνης ποδηγούµενα µέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόµενα. µόνον δ’ ὅτι πολλὰ τῶν µακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι τὸ φαινόµενον οὐ τὸ πῶς καταπίνοµεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνοµεν· ὅτι γὰρ µὴ διὰ µόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον· οὐ µὴν εἴθ’ ἑλκούσης τῆς κοιλίας εἴτε παράγοντος αὐτὰ τοῦ στοµάχου, δῆλον ἤδη πω. ἀλλ’ ἡµεῖς γε πάντας τοὺς λογισµοὺς εἰπόντες τούς τ’ ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρµωµένους καὶ τοὺς ἀπὸ τῶν ἄλλων συµπτωµάτων τῶν τε πρὸ τοῦ γυµνωθῆναι τὸν στόµαχον καὶ γυµνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγοµεν, ἱκανῶς ἐνεδειξάµεθα τοῦ µὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δ’ ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι. προὐθέµεθα µὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναµιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαµεν ὑπαρχούσας τῇ γαστρί, τὴν ἑλκτικὴν µὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δ’ ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δ’ ἐν τοῖς ἐµέτοις καὶ ταῖς τῶν πεπεµµένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.

9. Οὔκουν ἔτ’ ἀπορήσοµεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει µὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ καρδίας ἢ τῶν ἄλλων τινός· ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάµεις ἅπαντι µορίῳ τῷ µέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτ’ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαµεν· ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτηµα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώµατα τὸ µὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.

10. Καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιµι µεθ’ ῾Ιπποκράτην καὶ Πλάτωνα καὶ ᾿Αριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιµον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάµεων εἶπον ἄν, εἴ τις τῶν ἔµπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον. ἐπεὶ δ’ οἱ µὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάµενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, µηδ’ ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ µέν τι νικηθέντες ὑπὸ τῶν σοφισµάτων ἐπείσθησαν αὐτοῖς, τὸ δέ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν µοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάµεως, διὰ τοῦθ’, ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτ’ ἦν τις, ἀγωνίσασθαί µοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους. ὅτι δ’ ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σµικρόν, οὐκ ἀγνοῶ· πάµπολλα γὰρ εὑρίσκω τελέως µὲν ἀποδεδειγµένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν δι’ ἀµαθίαν, ἀλλ’ οὐδ’ ἐπιχειρούµενα γιγνώσκεσθαι διὰ ῥᾳθυµίαν, οὔτ’, εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόµενα· χρὴ γὰρ τὸν µέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄµεινον εὐθὺς µὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται µειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν µανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ µήθ’ ἡµέρας µήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταµένον ἐκµαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δ’ ἐκµάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παµπόλλῳ καὶ σκοπεῖν, πόσα µὲν ὁµολογεῖ τοῖς ἐναργῶς φαινοµένοις, πόσα δὲ διαφέρεται, καὶ οὕτω τὰ µὲν αἱρεῖσθαι, τὰ δ’ ἀποστρέφεσθαι. τῷ µὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίµους ἤλπικα τοὺς ἡµετέρους ἔσεσθαι λόγους· εἶεν δ’ ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δ’ ἄλλοις οὕτω γενήσεται τὸ γράµµα περιττόν, ὡς εἰ καὶ µῦθον ὄνῳ τις λέγοι.

11. Συµπεραντέον οὖν ἡµῖν τὸν λόγον ἕνεκα τῶν τῆς ἀληθείας ἐφιεµένων ὅσα λείπει κατ’ αὐτὸν ἔτι προσθεῖσιν. ὡς γὰρ ἡ γαστὴρ ἕλκει µὲν ἐναργῶς καὶ κατασπᾷ τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν τῷ στόµατι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν ἄλλων ὀργάνων ἕκαστον ἀµφοτέρας ἔχει τὰς δυνάµεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. καὶ διὰ τοῦτο, κἂν ἐξ ἑνὸς ᾖ χιτῶνος ὄργανόν τι συνεστώς, ὥσπερ καὶ αἱ κύστεις ἀµφότεραι καὶ αἱ µῆτραι καὶ αἱ φλέβες, ἀµφότερα τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν τε καὶ τῶν ἐγκαρσίων. καὶ µέν γε καὶ τρίτον τι γένος ἰνῶν ἐστι <τῶν> λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρηµένων δύο γενῶν. εὑρίσκεται δ’ ἐν µὲν τοῖς ἐκ δυοῖν χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ µόνῳ ταῖς εὐθείαις ἰσὶν ἀναµεµιγµένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅµα τοῖς ἄλλοις δύο γένεσι. συνεπιλαµβάνουσι δ’ αὗται µέγιστον τῇ τῆς καθεκτικῆς ὀνοµασθείσης δυνάµεως ἐνεργείᾳ· δεῖται γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίγχθαι καὶ περιτετάσθαι τοῖς ἐνυπάρχουσι τὸ µόριον, ἡ µὲν γαστὴρ ἐν τῷ τῆς πέψεως, αἱ µῆτραι δ’ ἐν τῷ τῆς κυήσεως χρόνῳ παντί. ταῦτ’ ἄρα καὶ ὁ τῆς φλεβὸς χιτὼν εἷς ὢν ἐκ πολυειδῶν ἰνῶν ἐγένετο καὶ τῶν τῆς ἀρτηρίας ὁ µὲν ἔξωθεν ἐκ τῶν στρογγύλων, ὁ δ’ ἔσωθεν ἐκ µὲν τῶν εὐθειῶν πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν, ὥστε τὰς µὲν φλέβας ταῖς µήτραις καὶ ταῖς κύστεσιν ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν σύνθεσιν, εἰ καὶ τῷ πάχει λείπονται, τὰς δ’ ἀρτηρίας τῇ γαστρί. µόνα δὲ πάντων ὀργάνων ἐκ δυοῖν θ’ ἅµα καὶ ἀµφοτέρων ἐγκαρσίας ἐχόντων τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δ’ ὅτι βέλτιον ἦν τῶν τ’ ἄλλων ἑκάστῳ τοιούτῳ τὴν φύσιν ὑπάρχειν, οἷόνπερ καὶ νῦν ἐστι, τοῖς τ’ ἐντέροις ἐκ δυοῖν ὁµοίων χιτώνων συγκεῖσθαι τῆς περὶ χρείας µορίων πραγµατείας ἐστίν. οὔκουν νῦν χρὴ ποθεῖν ἀκούειν περὶ τῶν τοιούτων, ὥσπερ οὐδὲ διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων διαπεφώνηται τοῖς ἀνατοµικοῖς ἀνδράσιν. ὑπὲρ µὲν γὰρ τούτων αὐτάρκως ἐν τοῖς περὶ τῆς ἀνατοµικῆς διαφωνίας εἴρηται· περὶ δὲ τοῦ διότι τοιοῦτον ἕκαστον ἐγένετο τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται.

12. Νυνὶ δ’ οὐδέτερον τούτων πρόκειται λέγειν, ἀλλὰ τὰς φυσικὰς δυνάµεις µόνας ἀποδεικνύειν ἐν ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτ’ οὖν πάλιν ἐπανελθόντες ἀναµνήσωµέν τε τῶν ἔµπροσθεν εἰρηµένων ἐπιθῶµέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ µορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον [τῇ ποιότητι] χυµὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάµεων, ἐφεξῆς ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν <τροφὴν> ἤτοι σύµπασαν ἢ καί τι περίττωµα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν µεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον ἢ καὶ τῶν περιεχοµένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ µὲν οὖν γαστήρ, ἐπειδὰν µὲν ἱκανῶς ἐµπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτ’ ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριον· αἱ κύστεις δ’, ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατεῖνον ἢ τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται· τῷ δ’ αὐτῷ τρόπῳ καὶ αἱ µῆτραι· ἤτοι γάρ, ἐπειδὰν µηκέτι φέρωσι διατεινόµεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσιν ἢ τῇ ποιότητι δακνόµεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἑκάτερον δὲ τῶν εἰρηµένων γίγνεται µὲν καὶ βιαίως ἔστιν ὅτε καὶ ἀµβλώσκουσι τηνικαῦτα, γίγνεται δ’ ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀµβλώσκειν ἀλλ’ ἀποκυΐσκειν τε καὶ τίκτειν ὀνοµάζεται. τοῖς µὲν οὖν ἀµβλωθριδίοις φαρµάκοις ἤ τισιν ἄλλοις παθήµασι διαφθείρουσι τὸ ἔµβρυον ἤ τινας τῶν ὑµένων αὐτοῦ ῥηγνύουσιν αἱ ἀµβλώσεις ἕπονται, οὕτω δὲ κἀπειδὰν ἀνιαθῶσί ποθ’ αἱ µῆτραι κακῶς ἔχουσαι τῇ διατάσει, ταῖς δὲ τῶν ἐµβρύων αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ καὶ τοῦθ’ ῾Ιπποκράτει καλῶς εἴρηται. κοινὸν δ’ ἁπασῶν τῶν διαθέσεων ἡ ἀνία καὶ ταύτης αἴτιον τριττὸν ἢ ὄγκος περιττὸς ἤ τι βάρος ἢ δῆξις· ὄγκος µέν, ἐπειδὰν µηκέτι φέρωσι διατεινόµεναι, βάρος δ’, ἐπειδὰν ὑπὲρ τὴν ῥώµην αὐτῶν ᾖ τὸ περιεχόµενον, δῆξις δ’, ἐπειδὰν ἤτοι τὰ πρότερον ἐν τοῖς ὑµέσιν ὑγρὰ στεγόµενα ῥαγέντων αὐτῶν εἰς αὐτὰς ἐκχυθῇ τὰς µήτρας ἢ καὶ σύµπαν ἀποφθαρὲν τὸ κύηµα σηπόµενόν τε καὶ διαλυόµενον εἰς µοχθηροὺς ἰχῶρας οὕτως ἐρεθίζῃ τε καὶ δάκνῃ τὸν χιτῶνα τῶν ὑστερῶν. ἀνάλογον οὖν ἐν ἅπασι τοῖς ὀργάνοις ἕκαστα τῶν τ’ ἔργων αὐτῶν τῶν φυσικῶν καὶ µέντοι τῶν παθηµάτων τε καὶ νοσηµάτων φαίνεται γιγνόµενα, τὰ µὲν ἐναργῶς καὶ σαφῶς οὕτως, ὡς ἀποδείξεως δεῖσθαι µηδέν, τὰ δ’ ἧττον µὲν ἐναργῶς, οὐ µὴν ἄγνωστά γε παντάπασι τοῖς ἐθέλουσι προσέχειν τὸν νοῦν. ἐπὶ µὲν οὖν τῆς γαστρὸς αἵ τε δήξεις ἐναργεῖς, διότι πλείστης αἰσθήσεως µετέχει, τά τ’ ἄλλα παθήµατα τά τε ναυτίαν ἐµποιοῦντα καὶ οἱ καλούµενοι καρδιωγµοὶ σαφῶς ἐνδείκνυνται τὴν ἀποκριτικήν τε καὶ ἀπωστικὴν τῶν ἀλλοτρίων δύναµιν, οὕτω δὲ κἀπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχοµένης· ἐναργῶς γὰρ οὖν καὶ αὕτη φαίνεται µέχρι τοσούτου τὸ ὑγρὸν ὑποδεχοµένη τε καὶ ἀθροίζουσα, ἄχρις ἂν ἤτοι πρὸς τοῦ πλήθους αὐτοῦ διατεινοµένη µηκέτι φέρῃ τὴν ἀνίαν ἢ πρὸς τῆς ποιότητος δακνοµένη· χρονίζον γὰρ ἕκαστον τῶν περιττωµάτων ἐν τῷ σώµατι σήπεται δηλονότι, τὸ µὲν ἐλάττονι, τὸ δὲ πλείονι χρόνῳ, καὶ οὕτω δακνῶδές τε καὶ δριµὺ καὶ ἀνιαρὸν τοῖς περιέχουσι γίγνεται. οὐ µὴν ἐπί γε τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁµοίως ἔχει· ᾧ δῆλον, ὅτι νεύρων ἥκιστα µετέχει. χρὴ δὲ κἀνταῦθα τόν γε φυσικὸν ἄνδρα τὸ ἀνάλογον ἐξευρίσκειν. εἰ γὰρ ἕλκειν τε τὸν οἰκεῖον ἀπεδείχθη χυµόν, ὡς φαίνεσθαι πολλάκις µεστήν, ἀποκρίνειν τε τὸν αὐτὸν τοῦτον οὐκ εἰς µακράν, ἀναγκαῖόν ἐστιν αὐτὴν ἢ διὰ τὸ πλῆθος βαρυνοµένην ἢ τῆς ποιότητος µεταβαλλούσης ἐπὶ τὸ δακνῶδές τε καὶ δριµὺ τῆς ἀποκρίσεως ἐφίεσθαι. οὐ γὰρ δὴ τὰ µὲν σιτία τὴν ἀρχαίαν ὑπαλλάττει ποιότητα ταχέως οὕτως, ὥστ’, ἐπειδὰν ἐµπέσῃ τοῖς λεπτοῖς ἐντέροις, εὐθὺς εἶναι κόπρον, ἡ χολὴ δ’ οὐ πολὺ µᾶλλον ἢ τὸ οὖρον, ἐπειδὰν ἅπαξ ἐκπέσῃ τῶν φλεβῶν, ἐξαλλάττει τὴν ποιότητα, τάχιστα µεταβάλλοντα καὶ σηπόµενα. καὶ µὴν εἴπερ ἐπί τε τῶν κατὰ τὰς ὑστέρας καὶ τὴν κοιλίαν καὶ τὰ ἔντερα καὶ προσέτι τὴν τὸ οὖρον ὑποδεχοµένην κύστιν ἐναργῶς φαίνεται διάτασίς τις ἢ δῆξις ἢ ἄχθος ἐπεγεῖρον ἕκαστον τῶν ὀργάνων εἰς ἀπόκρισιν, οὐδὲν χαλεπὸν κἀπὶ τῆς χοληδόχου κύστεως ταὐτὸ τοῦτ’ ἐννοεῖν ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων, ἐξ ὧν δηλονότι καὶ αἱ ἀρτηρίαι καὶ αἱ φλέβες εἰσίν.

13. Οὐ µὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τήν θ’ ὁλκὴν γίγνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν διαφέρουσι χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόµαχος οὐ µόνον ἐδέσµατα καὶ πόµατα παράγων εἰς αὐτήν, ἀλλὰ κἀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται, καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅµα µὲν πληροῖ δι’ αὑτοῦ τὴν κύστιν, ἅµα δ’ ἐκκενοῖ, καὶ τῶν µητρῶν ὁ στόµαχος ὡσαύτως ὁδός ἐστιν εἴσω µὲν τοῦ σπέρµατος, ἔξω δὲ τοῦ κυήµατος. ἀλλὰ κἀνταῦθα πάλιν ἡ µὲν ἐκκριτικὴ δύναµις ἐναργής, οὐ µὴν ὁµοίως γ’ αὐτῇ σαφὴς τοῖς πολλοῖς ἡ ἑλκτική· ἀλλ’ ῾Ιπποκράτης µὲν ἀρρώστου µήτρας αἰτιώµενος αὐχένα φησί· ‘οὐ γὰρ δύναται αὐτέης ὁ στόµαχος εἰρύσαι τὴν γονήν’. ᾿Ερασίστρατος δὲ καὶ ᾿Ασκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ’ οὐ µόνον τὴν κοιλίαν καὶ τὰς µήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάµεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅµα τοῖς νεφροῖς. καίτοι γ’ ὅτι µηδ’ εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ. καὶ µήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν δι’ ἑνὸς καὶ ταὐτοῦ στοµάχου τήν θ’ ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουµένας µηκέτι θαυµάζωµεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώµατα. τούτου δ’ ἔτι µᾶλλον οὐ χρὴ θαυµάζειν, εἰ, δι’ ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς µακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅµοιόν ἐστι δήπου τῷ µηκέτι πιστεύειν µηδ’ ὅτι τὰ καθαίροντα φάρµακα διὰ τῶν αὐτῶν στοµάτων ἐξ ὅλου τοῦ σώµατος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυµούς, δι’ ὧν ἔµπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλ’ ἕτερα µὲν ζητεῖν ἀναδόσεως, ἕτερα δὲ καθάρσεως στόµατα. καὶ µὴν εἴπερ ἓν καὶ ταὐτὸ στόµα διτταῖς ὑπηρετεῖ δυνάµεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουµέναις, ἔµπροσθεν µὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρµάκου, τί θαυµαστόν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ µέσῳ τεταγµέναις ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθ’, ὁπότε µὲν ἐν τούτοις ἄφθονος εἴη περιεχοµένη τροφή, διὰ τῶν εἰρηµένων εἰς ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δ’ εἴη κενὰ καὶ δεόµενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι; πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ µεταδιδόναι καὶ µία τις εἶναι σύρροια καὶ σύµπνοια πάντων, καθάπερ καὶ τοῦθ’ ὁ θειότατος ῾Ιπποκράτης εἶπεν. ἕλκει µὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον. ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου µόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν ἢ ἰδίως τῷδέ τινι γίγνεται. φύσει µὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις θ’ ἅµα καὶ ζῴοις ἡ µὲν καρδία τοῦ ἥπατος, τὸ δ’ ἧπαρ τῶν ἐντέρων τε καὶ τῆς γαστρός, αἱ δ’ ἀρτηρίαι τῶν φλεβῶν ἑλκύσαι τε τὸ χρήσιµον ἑαυταῖς ἀποκρῖναί τε τὸ µὴ τοιοῦτον ἰσχυρότεραι. καθ’ ἕκαστον δ’ ἡµῶν ἰδίως ἐν µὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἡ γαστὴρ δ’ ἐν τῷδε. πολλῆς µὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχοµένης τροφῆς καὶ σφοδρῶς ὀρεγοµένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον· ἔµπαλιν δὲ τοῦ µὲν ἥπατος ἐµπεπλησµένου τε καὶ διατεταµένου, τῆς γαστρὸς δ’ ὀρεγοµένης καὶ κενῆς ὑπαρχούσης ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην µεθίσταται. ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιµεν, εἰ µὲν ὁµοίως εἴηµεν δεόµενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον εἰκός, εἰ δ’ οὗτος µὲν ἐµπεπλησµένος εἴη καὶ διὰ τοῦτ’ ἀµελῶς κατέχων τὰ περιττὰ ἢ καί τινι µεταδοῦναι ποθῶν, ὁ δ’ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυµα τοῦ µὴ πάντα λαβεῖν αὐτόν, οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ µὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐµπεπλησµένον δ’ ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε µὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία· κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιµοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν· εἰ δέ γέ ποτε δέοιτο µέν, ἀποροίη δέ, πληροῦται περιττωµάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγµατώδεις καὶ ὀρρώδεις, οὓς µόνους ἑλκούσῃ µεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς. ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ µόρια τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτ’ εἰς ἄλληλα τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεµένων καὶ τῶν γε καλουµένων ῥευµάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν µορίων ἔχει τινὰ τόνον σύµφυτον, ᾧ διωθεῖται τὸ περιττόν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώµατα. τὸ µὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δ’ αὖ πάλιν ἕκαστον εἰς ἕτερ’ ἄττα τῶν ἀσθενεστέρων, εἶτ’ αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτ’ ἐπὶ πλεῖστον γίγνεται, µέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόµενον τὸ περίττωµα καθ’ ἕν τι µείνῃ τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτ’ εἰς ἄλλο δύναται µεταρρεῖν, ὡς ἂν µήτε δεχοµένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων µήτ’ ἀπώσασθαι δυναµένου τοῦ πεπονθότος. ἀλλὰ περὶ µὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡµῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν µαρτύρια τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ δεδειγµένων ὀρθῶς. ὃ δ’ ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωµεν, ὡς οὐδὲν θαυµαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, δι’ ὧν ἔµπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυµνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵµατος [ἀθρόου] διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ ῾Ιπποκράτης ἔλεγεν, οὐδὲν µὲν ἄλλο λυποῦσα, καθαίρουσα δ’ ὀξέως τὸ πᾶν σῶµα καὶ τὰς πλησµονὰς ἐκκενοῦσα, διὰ τῶν αὐτῶν δήπου φλεβῶν τῆς [ἔξω] φορᾶς τῶν περιττῶν ἐπιτελουµένης, δι’ ὧν ἔµπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο. πολλάκις δ’ ἐν νόσοις ἡ φύσις διὰ µὲν τῶν αὐτῶν δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῷον, οὐ µὴν αἱµατώδης γ’ ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίγνεται χυµόν. οὕτω δὲ κἀν ταῖς χολέραις ἐκκενοῦται τὸ πᾶν σῶµα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν. τὸ δ’ οἴεσθαι µίαν εἶναι ταῖς ὕλαις φορὰν τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς δυνάµεις τάς τ’ ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικῇ· ταῖς γὰρ ἐναντίαις δυνάµεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν µορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυµόν, ἔπειτα κατάσχῃ καὶ ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθότι µάλιστα δύναται τάχιστά θ’ ἅµα καὶ κάλλιστα, κατὰ τὴν τοῦ περιττοῦ ῥοπήν. ὅθεν ἡ γαστὴρ τὰ µὲν ἐπιπολάζοντα τῶν περιττωµάτων ἐµέτοις ἐκκαθαίρει, τὰ δ’ ὑφιστάµενα διαρροίαις. καὶ τό γε ναυτιῶδες γίγνε-σθαι τὸ ζῷον τοῦτ’ ἔστιν ὁρµῆσαι τὴν γαστέρα κενωθῆναι δι’ ἐµέτου. οὕτω δὲ δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναµις ἔχει, ὥστ’ ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐµεῖται κόπρος. καίτοι πρὶν διελθεῖν τό τε λεπτὸν ἔντερον ἅπαν καὶ τὴν νῆστιν καὶ τὸν πυλωρὸν καὶ τὴν γαστέρα καὶ τὸν οἰσοφάγον οὐχ οἷόν τε διὰ τοῦ στόµατος ἐκπεσεῖν οὐδενὶ τοιούτῳ περιττώµατι. τί δὴ θαυµαστόν, εἰ κἀκ τῆς ἐσχάτης ἐπιφανείας τῆς κατὰ τὸ δέρµα µέχρι τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς ἀφικνοῖτό τι µεταλαµβανόµενον, ὡς καὶ τοῦθ’ ῾Ιπποκράτης ἡµᾶς ἐδίδαξεν, οὐ πνεῦµα µόνον ἢ περίττωµα φάσκων ἀλλὰ καὶ τὴν τροφὴν αὐτὴν ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχήν, ὅθεν ἀνηνέχθη, καταφέρεσθαι. ἐλάχισται γὰρ ῥοπαὶ κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι δύναµιν, ὡς ἂν διὰ τῶν ἐγκαρσίων µὲν ἰνῶν γιγνοµένην, ὠκύτατα δὲ διαδιδοµένην ἀπὸ τῆς κινησάσης ἀρχῆς ἐπὶ τὰ καταντικρὺ πέρατα. οὔκουν ἀπεικὸς οὐδ’ ἀδύνατον ἀήθει ποτὲ ψύξει τὸ πρὸς τῷ δέρµατι µόριον ἐξαίφνης πιληθὲν ἅµα µὲν ἀρρωστότερον αὐτὸ γενόµενον, ἅµα δ’ οἷον ἄχθος τι µᾶλλον ἢ παρασκευὴν θρέψεως ἔχον τὴν ἔµπροσθεν ἀλύπως αὐτῷ παρεσπαρµένην ὑγρότητα καὶ διὰ τοῦτ’ ἀποθέσθαι σπεῦδον, ἅµα δὲ τῆς ἔξω φορᾶς ἀποκεκλεισµένης τῇ πυκνώσει, πρὸς τὴν λοιπὴν ἐπιστραφῆναι καὶ οὕτω βιασάµενον εἰς τὸ παρακείµενον αὐτῷ µόριον ἀθρόως ἀπώσασθαι τὸ περιττόν, ἐκεῖνο δ’ αὖ πάλιν εἰς τὸ µετ’ αὐτό, καὶ τοῦτο µὴ παύσασθαι γιγνόµενον, ἄχρις ἂν ἡ µετάληψις ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ. αἱ µὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται, αἱ δ’ ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρµάκοις καὶ ταῖς χολέραις ἰσχυρότεραί τε πολὺ καὶ µονιµώτεραι γίγνονται καὶ διαµένουσιν, ἔστ’ ἂν καὶ ἡ περὶ τοῖς στόµασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον ἕλκουσα, παραµένῃ. αὕτη µὲν γὰρ τὸ συνεχὲς ἐκκενοῖ µόριον, ἐκεῖνο δ’ αὖ τὸ µετ’ αὐτὸ καὶ τοῦτ’ οὐ παύεται µέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε διαδιδόντων τῶν ἐφεξῆς ἀεὶ µορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος ὠκύτατα διικνεῖσθαι µέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κἀπὶ τῶν εἰλεῶν. αὐτὸ µὲν γὰρ τὸ φλεγµαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριµύτητος ἀνέχεται τῶν περιττωµάτων καὶ διὰ τοῦτ’ ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι πορρωτάτω. κωλυόµενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγµονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειµένων ἐντέρων ἀπωθεῖται. καὶ οὕτως ἤδη κατὰ τὸ συνεχὲς τὴν ῥοπὴν τῆς ἐκκριτικῆς δυνάµεως ἄνω ποιησαµένης ἄχρι τοῦ στόµατος ἐπανέρχεται τὰ περιττώµατα. ταῦτα µὲν οὖν δὴ κἀν τοῖς τῶν νοσηµάτων λογισµοῖς ἐπὶ πλέον εἰρήσεται. τὸ δ’ ἐκ παντὸς εἰς πᾶν φέρεσθαί τι καὶ µεταλαµβάνεσθαι καὶ µίαν ἁπάντων εἶναι σύµπνοιάν τε καὶ σύρροιαν, ὡς ῾Ιπποκράτης ἔλεγεν, ἤδη µοι δοκῶ δεδεῖχθαι σαφῶς καὶ µηκέτ’ ἄν τινα, µηδ’ εἰ βραδὺς αὐτῷ νοῦς ἐνείη, περὶ τῶν τοιούτων ἀπορῆσαι µηδενός, οἷον ὅπως ἡ γαστὴρ ἢ τὰ ἔντερα τρέφεται καὶ τίνα τρόπον ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι διικνεῖται. πάντων γὰρ τῶν µορίων ἕλκειν µὲν τὸ προσῆκόν τε καὶ φίλιον, ἀποκρίνειν δὲ τὸ βαρῦνον ἢ δάκνον ἐχόντων δύναµιν οὐδὲν θαυµαστὸν ἐναντίας συνεχῶς γίγνεσθαι κινήσεις ἐν αὐτοῖς, ὥσπερ ἐπί τε τῆς καρδίας ὁρᾶται σαφῶς καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος καὶ τοῦ πνεύµονος. ἐπὶ µέν γε τούτων ἁπάντων µόνον οὐ καθ’ ἑκάστην καιροῦ ῥοπὴν τὰς ἐναντίας κινήσεις θ’ ἅµα τῶν ὀργάνων καὶ φορὰς τῶν ὑλῶν ἐναργῶς ἔστιν ἰδεῖν γιγνοµένας. εἶτ’ ἐπὶ µὲν τῆς τραχείας ἀρτηρίας οὐκ ἀπορεῖς ἐναλλὰξ ποτὲ µὲν εἴσω παραγούσης εἰς τὸν πνεύµονα τὸ πνεῦµα, ποτὲ δ’ ἔξω, καὶ τῶν κατὰ τὰς ῥῖνας πόρων καὶ ὅλου τοῦ στόµατος ὡσαύτως οὐδ’ εἶναί σοι δοκεῖ θαυµαστὸν οὐδὲ παράδοξον, εἰ, δι’ οὗ µικρῷ πρόσθεν εἴσω παρεκοµίζετο τὸ πνεῦµα, διὰ τούτου νῦν ἐκπέµπεται, περὶ δὲ τῶν ἐξ ἥπατος εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν ἀπορεῖς καί σοι θαυµαστὸν εἶναι φαίνεται, διὰ τῶν αὐτῶν ἀναδίδοσθαί θ’ ἅµα τὴν τροφὴν εἰς ἧπαρ ἕλκεσθαί τ’ ἐξ ἐκείνου πάλιν εἰς γαστέρα; διόρισαι δὴ τὸ ἅµα τοῦτο ποτέρως λέγεις. εἰ µὲν γὰρ κατὰ τὸν αὐτὸν χρόνον, οὐδ’ ἡµεῖς τοῦτό γέ φαµεν. ὥσπερ γὰρ εἰσπνέοµεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέοµεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ µὲν χρόνῳ τὸ ἧπαρ ἐκ τῆς γαστρός, ἐν ἑτέρῳ δ’ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται. εἰ δ’ ὅτι καθ’ ἓν καὶ ταὐτὸ ζῷον ἓν ὄργανον ἐναντίαις φοραῖς ὑλῶν ὑπηρετεῖ, τοῦτό σοι βούλεται δηλοῦν τὸ ἅµα καὶ τοῦτό σε ταράττει, τήν τ’ εἰσπνοὴν ἰδὲ καὶ τὴν ἐκπνοήν. πάντως που καὶ αὗται διὰ µὲν τῶν αὐτῶν ὀργάνων γίγνονται, τρόπῳ δὲ κινήσεώς τε καὶ φορᾶς τῶν ὑλῶν διαφέρουσιν. ὁ πνεύµων µὲν οὖν καὶ ὁ θώραξ καὶ ἀρτηρίαι αἱ τραχεῖαι καὶ αἱ λεῖαι καὶ καρδία καὶ στόµα καὶ ῥῖνες ἐν ἐλαχίσταις χρόνου ῥοπαῖς εἰς ἐναντίας κινήσεις αὐτά τε µεταβάλλει καὶ τὰς ὕλας µεθίστησιν. αἱ δ’ ἐξ ἥπατος εἰς ἔντερα καὶ γαστέρα καθήκουσαι φλέβες οὐκ ἐν οὕτω βραχέσι χρόνου µορίοις ἀλλ’ ἐν πολλαῖς ἡµέραις ἅπαξ ἐνίοτε τὴν ἐναντίαν κινοῦνται κίνησιν. ἔχει γὰρ ὧδε τὸ σύµπαν. ἕκαστον τῶν ὀργάνων εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφὴν ἐκβοσκόµενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, µέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην, ὡς καὶ πρόσθεν ἐδείκνυµεν, ἐναποτίθεται ἑαυτῷ καὶ µετὰ ταῦτα προσφύει τε καὶ ὁµοιοῖ, τουτέστι τρέφεται. διώρισται γὰρ ἱκανῶς ἔµπροσθεν ἕτερόν τι τῆς θρέψεως ἐξ ἀνάγκης αὐτῆς προηγούµενον ἡ πρόσφυσις ὑπάρχειν, ἐκείνης δ’ ἔτι πρότερον ἡ πρόσθεσις. ὥσπερ οὖν τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γαστέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν µορίων ὅρος ἐστὶ τῆς προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. ἐπεὶ τοίνυν ἅπαν µόριον τῇ γαστρὶ ὁµοίως ὀρέγεται τρέφεσθαι, καὶ περιπτύσσεται τῇ τροφῇ καὶ οὕτω σφίγγει πανταχόθεν αὐτὴν ὡς ἡ γαστήρ. ἕπεται δ’ ἐξ ἀνάγκης τούτῳ, καθάπερ καὶ πρόσθεν ἐρρέθη, τὸ πέττεσθαι τοῖς σιτίοις, τῆς γαστρὸς οὐ διὰ τοῦτο περιστελλοµένης αὐτοῖς, ἵν’ ἐπιτήδεια τοῖς ἄλλοις ἐργάσηται µορίοις· οὕτω γὰρ ἂν οὐκέτι φυσικὸν ὄργανον ἀλλὰ ζῷόν τι γίγνοιτο λογισµόν τε καὶ νοῦν ἔχον, ὡς αἱρεῖσθαι τὸ βέλτιον· ἀλλ’ αὕτη µὲν περιστέλλεται τῷ τὸ πᾶν σῶµα δύναµιν ἑλκτικήν τινα καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔµπροσθεν ἐδείκνυτο· συµβαίνει δ’ ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ µέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω πρὸς ἕτερον ἔργον αὐτὴ τρεποµένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχοµένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη µὲν εἰς τὰς φλέβας, ὀλίγη δέ τις εἰς τὰς ἀρτηρίας, ὡς µικρὸν ὕστερον ἀποδείξοµεν. ἐν τούτῳ δ’ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται. καί µοι τεµὼν ἤδη τῷ λογισµῷ τὴν τῆς τροφῆς οἰκονοµίαν ἅπασαν εἰς τρεῖς µοίρας χρόνων ἐν µὲν τῇ πρώτῃ νόει µένουσάν θ’ ἅµα κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πεττοµένην καὶ προστιθεµένην εἰς κόρον τῇ γαστρὶ καί τι καὶ τῷ ἥπατι παρ’ αὐτῆς ἀναφερόµενον· ἐν δὲ τῇ δευτέρᾳ διερχοµένην τά τ’ ἔντερα καὶ προστιθεµένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καί τι βραχὺ µέρος αὐτῆς πάντη τοῦ σώµατος φερόµενον· ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί· κατὰ δὲ τὴν τρίτην µοῖραν τοῦ χρόνου τρέφεσθαι µὲν ἤδη τὴν κοιλίαν ὁµοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, ἀνάδοσιν δὲ πάντη τοῦ σώµατος καὶ πρόσθεσιν. εἰ µὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαµβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ µὲν ἔντερα τελέως ὁµοιώσει τὸν προσφύντα χυµόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώµατι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται µορίων. εἰ δ’ ἄσιτος ἀναγκάζοιτο µένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν µεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώµατος τοῦ ἥπατος. λέγω δὲ σῶµα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ µάλιστα, µετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατ’ αὐτό. τὸν µὲν γὰρ ἐν ἑκάστῳ τῶν µορίων ἤδη περιεχόµενον χυµὸν οὐκέτ’ εὔλογον ἀντισπᾶν ἑτέρῳ µορίῳ καὶ µάλισθ’ ὅταν ἤδη πρόσφυσις ἢ ἐξοµοίωσις αὐτοῦ γίγνηται. τὸν δ’ ἐν ταῖς εὐρυχωρίαις τῶν φλεβῶν τὸ µᾶλλον ἰσχύον θ’ ἅµα καὶ δεόµενον ἀντισπᾷ µόριον. οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν ᾧ χρόνῳ δεῖται µὲν αὐτὴ τροφῆς, ἐσθίει δ’ οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔµπροσθεν ἐδείκνυµεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα κατεργάζεσθαί τε καὶ µεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδ’ ἐνταῦθα θαυµαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ µεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι µὲν εἰς τὴν γαστέρα τὸ περίττωµα καθ’ ἕτερον χρόνον, αὐτὸν δ’ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ. καθόλου δ’ εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέµπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁµοιοτάτου γιγνοµένου τοῦ συµβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειµένην, εἰς ὅσον βούλεται, προσφερόµενα. καθ’ ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτερα, κατὰ τοῦτον εἰκὸς ἐσθίειν ἕτερα, καὶ µέλλειν γε τὰ µὲν παύεσθαι, τὰ δ’ ἄρχεσθαι, καί τινα µὲν συνεσθίοντα, τὰ δ’ ἀνὰ µέρος ἐσθίοντα καὶ ναὶ µὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ µὲν ἕτερον ἐπιδέοιτο, τῷ δ’ ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυµαστὸν οὔτ’ ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι πάλιν ὑποστρέφειν οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατός τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναί τι, δι’ ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη. κατὰ µὲν γὰρ τὰς ἀρτηρίας ἱκανῶς ἐναργὲς τὸ τοιοῦτον, ὥσπερ καὶ κατὰ τὴν καρδίαν τε καὶ τὸν θώρακα καὶ τὸν πνεύµονα. τούτων γὰρ ἁπάντων διαστελλοµένων τε καὶ συστελλοµένων ἐναλλὰξ ἀναγκαῖον, ἐξ ὧν εἱλκύσθη τι πρότερον, εἰς ταῦθ’ ὕστερον ἐκπέµπεσθαι. καὶ ταύτην ἄρα τὴν ἀνάγκην ἡ φύσις προγιγνώσκουσα τοῖς ἐν τῇ καρδίᾳ στόµασι τῶν ἀγγείων ὑµένας ἐπέφυσε κωλύσοντας εἰς τοὐπίσω φέρεσθαι τὰς ὕλας. ἀλλ’ ὅπως µὲν τοῦτο γίγνεται καὶ καθ’ ὅντινα τρόπον, ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται δεικνύντων ἡµῶν τά τ’ ἄλλα καὶ ὡς ἀδύνατον οὕτως ἀκριβῶς κλείεσθαι τὰ στόµατα τῶν ἀγγείων, ὡς µηδὲν παλινδροµεῖν. εἰς µὲν γὰρ τὴν ἀρτηρίαν τὴν φλεβώδη, καὶ γὰρ καὶ τοῦτ’ ἐν ἐκείνοις δειχθήσεται, πολὺ πλέον ἢ διὰ τῶν ἄλλων στοµάτων εἰς τοὐπίσω πάλιν ἀναγκαῖον ἐπανέρχεσθαι. τὸ δ’ εἰς τὰ παρόντα χρήσιµον, ὡς οὐκ ἐνδέχεταί τι τῶν αἰσθητὴν καὶ µεγάλην ἐχόντων εὐρύτητα µὴ οὐκ ἤτοι διαστελλόµενον ἕλκειν ἐξ ἁπάντων τῶν πλησίον ἢ ἐκθλίβειν αὖθις εἰς ταῦτα συστελλόµενον ἔκ τε τῶν ἤδη προειρηµένων ἐν τῷδε τῷ λόγῳ σαφὲς ἂν εἴη κἀξ ὧν ᾿Ερασίστρατός τε καὶ ἡµεῖς ἑτέρωθι περὶ τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἐδείξαµεν.

Загрузка...